Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.140
Not analysed yet
"ἐκάλεσε τῷ ὀνόματι Κυρίου. καὶ παρῆλθε Κύριος πρὸ "προσώπου αὐτοῦ, καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς οἰκτίρμων "καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ "δικαιοσύνην διατηρῶν, καὶ ποιῶν ἔλεος εἰς χιλιάδας, "ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ "τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ "τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν." ἀλλ' ἰδοὺ δὴ σαφῶς· ἐρῶ γὰρ αὖθις ἀναλαβὼν τὸ ἐν ἀρχῇ ζητούμενον· θεοπρεπῆ τὴν ἡμερότητα καὶ ἀσύγκριτόν τινα τὴν φιλανθρωπίαν ἔχειν ἑαυτὸν διισχυρίζεται Θεός. αὐτοῦ γὰρ καὶ οὐχ ἑτέρου τινὸς τὸν λόγον εἶναί φαμεν, καὶ οὐ καθάπερ οἴονταί τινες τοῦ πανσόφου Μωυσέως τὰς χαριστηρίους ἀναπέμποντος ὑπὲρ τοῦ λαοῦ προσευχάς. ὅτι γὰρ αὐτός ἐστιν ὁ πάντων Δεσπότης περὶ ἑαυτοῦ ταῦτα λέγων, οὐχ ἕτερος ἡμῖν, ἀλλ' αὐτὸς ὁ μακάριος μαρτυρήσει Μωυσῆς διδάσκων ἐν βιβλίῳ τῶν ἀριθμῶν, ὅτε πάλιν προσκέκρουκεν ἐξ ἀκαίρου δειλίας ὁ Ἰσραὴλ, κακυνόντων τινῶν τῆς ἐπαγγελίας τὴν γῆν, οἳ καὶ ταύτην κατασκεψόμενοι διὰ προστάγματος Κυρίου παρὰ Μωυσέως ἐπέμποντο. οἱ γὰρ ἐπείπερ ἐκ τῆς τῶν ἀλλοφύλων ἀνεκομίζοντο γῆς, ἥκοντό τε αὖθις ὡς τὸν λαὸν, πικροὺς μὲν περὶ αὐτῆς ἐξέπτυον λόγους, γῆν δὲ εἶναι λέγων ἀγρίαν οὕτω καὶ ἀπηνῆ ὡς κατεσθίειν δύνασθαι τοὺς οἰκοῦντας αὐτὴν, εἰς τοσαύτην δυσφημίαν τοὺς ἀκροωμένους ἐκάλουν, ὡς διάβροχον μὲν ἔχειν δακρύων τὴν παρειὰν, οἱ πόνοι δὲ ἤδη καὶ ἐν Αἰγύπτῳ βούλεσθαι. "Δῶμεν γὰρ, ἔφασκον, ἀρχηγοὺς, καὶ πορευθῶμεν εἰς "Αἴγυπτον·" ἀναλώσειν δὲ αὐτοὺς ἀπειλοῦντος Θεοῦ, πάλιν ἐδεῖτο Μωυσῆς, καὶ τῆς δοθείσης ἐπαγγελίας αὐτῷ μονονουχὶ καὶ εἰς ἀνάμνησιν ἄγων τὸν Θεὸν πρόεισι βοῶν "Καὶ