Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.15
Not analysed yet
τὸ ἴδιον γέννημα. πῶς οὖν ἔτι γενητὸς, πῶς δὲ ἀπὸ κόσμου τοῦ γενητοῦ, καὶ οὐχὶ μᾶλλον ἐν τούτοις, ἐν οἷσπερ ἂν εἴη Θεὸς ἀληθινὸς, ὑπὲρ πάντα δηλονότι τὰ ἐν παντὶ κόσμῳ νοούμενά τε καὶ ὑπάρχειν ὁμολογούμενα; Ἐπειδὴ δὲ ὥς τι μέγα καὶ ἄμαχον προσετείνατε τὸ εἰπεῖν τὸν Χριστὸν εὐδιαστόλως Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου, διὰ δέ Τούτου τὸν ἕτερον ἡμῖν κατασημαίνεσθαι κόσμον διισχυρίζεσθε λέγοντες ἐκεῖθεν ὑπάρχειν αὐτὸν, ἴδωμεν πάλιν εἰ μὴ σαθροῖς ἐπερείδεσθε λογισμοῖς, ταῦτα λογίζεσθαι καὶ φρονεῖν ὑπὸ μόνης τῆς ἑαυτῶν ἐλαφρίας ἀναπειθόμενοι. τὸ γάρ Οὗτος, ἢ Τούτου τυχὸν, καὶ εἴ τι λέγεται παρ' ἡμῶν ἀντωνυμικῶς, δεικτικόν ἐστι, καὶ οὐχὶ πάντως οὐδὲ ἀναγκαίως ἑτέρου σημαντικόν. καὶ γοῦν ὁ μακάριος Βαροὺχ, τὸν ἕνα καὶ μόνον ἡμῖν κατασημαίνων Θεόν "Οὗτός φησιν ὁ Θεὸς "ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν·" ἀλλ' εἴπερ ἦν πάντως τό Οὗτος ἑτέρου σημαντικὸν, πῶς οὐκ ἂν ἕτερος ἐλογίσθη πρὸς αὐτῷ; ἀλλὰ καὶ Συμεὼν ὁ δίκαιος τὸ ἐπὶ τῷ Χριστῷ προφητεύων μυστήριον "Ἰδοὺ οὗτος, φησὶ, "κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν νεκρῶν πολλῶν ἐν τῷ "Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον·" καίτοι τίνι τῶν ὄντων οὐ προδηλότατον, οὐχ ὡς ἑτέρων ἡμᾶς προσώπων ἀφιστὰς ὁ δίκαιος τό Οὗτός φησιν, ἀλλ' ἵνα οὕτως εἴπω, μοναδικῶς τὸν ἤδη παρόντα καὶ πρὸς τοῦτο τεθειμένον ὑποδεικνύς. οὐκοῦν ὅταν λέγῃ Χριστός Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου, οὐχὶ πάντως ὡς ὑπάρχων ἐξ ἑτέρου κόσμου τὰ τοιαῦτά φησιν, ἀλλ' ὥσπερ δύο τινὰς τόπους σωματικώτερον ὁρίζων καὶ τιθεὶς, τῆς γενητῆς φύσεώς φημι καὶ τῆς ἀῤῥήτου καὶ ἐπάνω πάσης οὐσίας ἀνθρώπου, μένοντας Ἰουδαίους ἐν τῷ τῶν γενητῶν τόπῳ τίθησι λέγων Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ· ἑαυτὸν δὲ παντελῶς τῶν ἐν γενέσει διιστὰς, καὶ τῷ ἑτέρῳ συνάπτων τόπῳ τῷ τῆς θεότητος