Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.141
Not analysed yet
"νῦν ὑψωθήτω ἰσχύς σου Κύριε, ὃν τρόπον εἶπας λέγων "Κύριος καὶ μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, "ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ "οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ "τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς· ἄφες τὴν ἁμαρτίαν "τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως "αὐτοῖς ἐγένου ἀπὸ Αἰγύπτου ἕως τοῦ νῦν." δέδεικται τοίνυν ὡς αὐτὸς ἑαυτῷ τὸ φιλάνθρωπον ἐπιμαρτυρεῖ καὶ τὸ ἄκρως ἀνεξίκακον ὁ ἐπὶ πάντων Θεός. πρέπον δ' ἂν εἴη λοιπὸν τὴν αἰτίαν τοῦ πεπλανῆσθαι τοὺς Ἰουδαίους εἰπεῖν, καὶ μνησίκακόν τινα καὶ βαρύμηνιν ὑπάρχειν τὸν ἀγαθὸν ἡμῶν οἴεσθαι Θεόν. Ἀλλ' οἶμαι γεμὴν τῶν θείων λογίων οὐδαμόθεν ἔχειν αὐτοὺς ἐπιδράξασθαι, ἢ καὶ δύνασθαι κατηγορεῖν ὡς οὐκ ἄριστα γεγονότων, ἀλλ' ἐκβεβηκότων πολὺ τὸν τοῦ δικαίου θεσμὸν, μόναις δὲ ταῖς σφῶν αὐτῶν καὶ τοῦτο παθεῖν ἀμαθίαις αὐτοὺς, ὡς νομίσαι κατὰ ἀλήθειαν ἁμαρτίας ἐπάγεσθαι τῶν γεγεννηκότων ἐπὶ τέκνα, καὶ μακρὰν οὕτω τῆς θείας ὀργῆς γίνεσθαι τὴν παράτασιν, ὡς μέχρι τρίτης καὶ τετάρτης ἀφικνεῖσθαι γενεᾶς, ὑπὲρ ὧν ἕτεροι κατηγόρηνται τοὺς οὐδὲν ἡμαρτηκότας ἀδίκως κολάζουσαν. πῶς γὰρ οὐκ ἔδει μᾶλλον, εἴπερ τινὲς ἦσαν σοφοὶ, διενθυμεῖσθαι πρεπόντως, ὡς οὐκ ἂν ἡ τῆς δικαιοσύνης πηγὴ καὶ τῶν παρ' ἡμῖν ἠθῶν δράσεται τὰ αἰσχίονα; ἄνθρωποι μὲν γὰρ τοῖς παρανομεῖν εἰωθόσι τὰς ἐκ τῶν νόμων ἐπιῤῥίπτουσι ποινὰς, οὐδὲν τὸ παράπαν τοῖς ἐξ αὐτῶν γεγονόσιν ἐπιφέροντες, εἰ μὴ ἄρα τι συνυπαίτιοι καὶ κοινωνοὶ τῶν πταισμάτων ἁλίσκοιντο· ὁ δὲ καὶ ἡμῖν τοὺς ἐφ' ἅπασι τοῖς δικαίοις διορισά-