Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.142
Not analysed yet
μενος νόμους, πῶς ἂν ἁλοίη τιμῶν τῶν καὶ παρ' ἡμῖν αὐτοῖς οὐ μετρίως κατεγνωσμένων; εἶτα κἀκεῖνο πρὸς τούτῳ διασκεπτέον. μυρίους μὲν γὰρ διὰ Μωυσέως ἐχρησμῴδησε νόμους, καὶ πολλαχῶς διατέταχε κολάζεσθαι τοὺς ἀνοσίοις συζῶντας τρόποις· ἀλλ' οὐδαμοῦ προστάττων ὁρᾶται συγκινδυνεύειν τοῖς ἁμαρτάνουσι χρῆναι τοὺς ἐξ αὐτῶν. κατὰ γὰρ τῶν ἁλόντων ἡ δίκη, καὶ τοῖς ὑποπίπτουσι τῷ νόμῳ τὸ μόνοις κολάζεσθαι πρέπειν ὡρίσατο. δυσσεβὲς οὖν ἄρα τὸ νοεῖν Ἰουδαϊκῶς, σοφὸν δὲ δεῖ πάντως τὸ καὶ τῆς θείας καταστοχάζεσθαι γνώμης, καὶ πανταχόσε τηρεῖν τὰ τῇ πάντων βασιλίδι πρέποντα φύσει. ἐννοῶμεν τοίνυν ποιοῦντες ὀρθῶς, ὡς οὐκ ἂν ὁ τῶν ὅλων Θεὸς τὴν ἐνοῦσαν αὐτῷ γαληνότητα προτιθεὶς ὥσπερ εἰς μέσον, καὶ ἐπ' ἀκράτῳ τῇ φιλανθρωπίᾳ θαυμάζεσθαι θέλων, διά τε τοῦτο βοῶν "Κύριος "μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας "καὶ ἁμαρτίας," οὕτω μνησίκακος ἠβουλήθη γνωρίζεσθαι, ὡς καὶ εἰς τετάρτην παραπλοῦν γενεὰν τὴν ὀργήν. πῶς γὰρ ἔτι μακρόθυμος καὶ πολυέλεος, ἢ πῶς ἀνομίας καὶ ἁμαρτίας ἀφαιρῶν, ὁ μηδὲ μεχρὶ τῆς τοῦ πταίοντος κεφαλῆς τὰ τῆς δίκης συμμετρεῖν ἀνεχόμενος, ἀλλ' ἐκτείνων ἐπέκεινα τρίτης γενεᾶς, καὶ σκηπτοῦ τινος δίκην καὶ τοῖς ἀθῴοις ἐπιπηδῶν; οὐκοῦν ἀπίθανον κομιδῇ, καὶ τῆς ἐσχάτης εὐηθείας οὐ μακρὰν, ἐν ταὐτῷ καὶ φιλανθρωπίαν καὶ ἡμερότητα καὶ μακρὰν οὕτω καὶ ἀλογωτάτην ὀργὴν ἑαυτῷ προσεῖναι μαρτυρεῖν οἴεσθαι τὸν Θεόν. Εἶτά τι πρὸς τούτοις ἕτερον οἱ νοοῦντες Ἰουδαϊκῶς, οὐδὲ εἰδέναι δώσουσι τὸν Θεὸν τὸν ἑκάστῳ τῶν πραγμάτων πρέ-