Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.143
Not analysed yet
ποντα καιρόν. εἰ γὰρ ἐπαγγέλλεται τὸ μακροθυμεῖν, καὶ τὸ κατατίθεσθαι λίαν εὐκόλως προσάπτων εὑρίσκεται, τοῦ δὴ καὶ χάριν ὁρᾶται προστεθεικώς "Ἐπάγων ἁμαρτίας πατέρων "ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς;" τουτὶ γὰρ ἦν ἕτερον τοῦ δρῶντος οὐδὲν, ἢ καταπτοεῖν ἐθέλοντος τοὺς ἐκδεχομένους παρ' αὐτοῦ τῶν διεπταισμένων τὴν ἄφεσιν, ὡς οὐδαμόθεν αὐτοῖς ὑπάρξει τὸ ἐν ἐλπίσιν, εἴπερ οὕτως ἐστὶ μνησίκακος καὶ μακρὸς εἰς ὀργὴν ὁ ἐπ' αὐτοῖς εἰκότως λελυπημένος. τί δὲ εἰπέ μοι καὶ αὐτὸς ἡμῖν ὁ ἱεροφάντης Μωυσῆς; ἆρ' οὐχὶ ποιήσας ὁρᾶται πρᾶγμα παραλογώτατον, εἰ προσκεκρουκότος τοῦ Ἰσραὴλ καὶ κολάζεσθαι μέλλοντος, πρόσεισι μὲν παρακαλῶν, ἀμνηστίαν δὲ τὴν παρὰ Θεοῦ καὶ φιλανθρωπίαν αἰτῶν οὐκ εὐκαίρως φησὶ πρὸς Θεόν Ὅτι πέφυκας εἶναι τοιοῦτος ὡς ἀποδιδόναι πατέρων ἁμαρτίας ἐπὶ τέκνα τέκνων. τοῦτο γὰρ ἦν παραθήγοντος μᾶλλον εἰς ὀργὴν, ἢ καλοῦντος εἰς ἔλεον, καὶ μνησικακίαν ἐξαιτοῦντος μᾶλλον ἢ μακροθυμίαν. ἀλλ' οἶμαι δυσωπεῖν ἐδόκει καὶ διὰ τούτων αὐτὸν, καὶ μονονουχὶ πρὸς ὑπόμνησιν ἄγειν ὧν αὐτὸς ἐφθέγξατο, ὅτε τῆς ἐνούσης αὐτῷ χρηστότητος ἐποιεῖτο τὴν ἀνάῤῥησιν. ὅπως γὰρ αὐτός ἐστι μακρόθυμος καὶ πολυέλεος, καὶ ὅτι πέφυκεν ἁμαρτίας καὶ ἀνομίας ἀφαιρεῖν, ἐν τούτοις εὖ μάλα διαγνωσθήσεται, ἐν οἷς μάλιστα δοκεῖ τις εἶναι πικρός. Τίνα τοίνυν προσῆκε νοῆσαι τρόπον τὰ εἰρημένα παρὰ Θεοῦ, λοιπὸν οἶμαι πρέπειν εἰπεῖν. "Κύριος, φησὶ, μακρό"θυμος καὶ πολυέλεος, ἀφαιρῶν ἀνομίας καὶ ἁμαρτίας·" εἶτα τὸ τούτων κείμενον ἐφεξῆς ὡς ἐν ἐρωτήσει μεθ' ὑποστιγμῆς ἀναγνωσόμεθα "Καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν "ἔνοχον;" ἵνα τι τοιοῦτον ἐννοήσῃς Ὁ μακρόθυμός φησι