Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.144
Not analysed yet
καὶ πολυέλεος Θεὸς, ὁ ἀφαιρῶν ἀνομίας καὶ ἁμαρτίας, οὐκ ἂν καθαρίσαι καθαρισμῷ τὸν ἔνοχον; ἀλλ' ἔστιν οὐκ ἀμφίβολον· καθαριεῖ γὰρ πάντως· ἐπεὶ πῶς ἐστι μακρόθυμος καὶ πολυέλεος, πῶς δὲ ὅλως ἀφαιρῶν ἁμαρτίας, εἰ μὴ καθαρίζει τὸν ἔνοχον; πρὸς δέ γε τοῦτο τῆς ἐνούσης πάλιν αὐτῷ μακροθυμίας τε καὶ ἀνεξικακίας εἰς ἀπόδειξιν ἀποφέρει, καὶ ὅτι τὰς τῶν πατέρων ἁμαρτίας ἐπιθήσει τέκνοις ἕως τρίτης καὶ τετάρτης γενεᾶς, οὐχ ὑπὲρ πατρὸς κολάζων υἱόν· μὴ τοῦτο νομίσῃς· ἀλλ' οὐδὲ ἐκγόνῳ τῷ μακρὰν, καθάπερ τι φορτίον ἐπιῤῥίπτων τῶν προγόνων τὰ πταίσματα, σημαίνων δέ τι τοιοῦτον. γέγονέ τις τυχὸν ἀνὴρ παράνομος, καὶ μοχθηρίας ἁπάσης ἀνάμεστον ἔχων τὴν διάνοιαν· καὶ κολάζεσθαι μὲν ὑπερθέσεως ἁπάσης δίχα τὸν οὕτω διαζῆν ᾑρημένον ἐχρῆν, διεκαρτέρησε δ' οὖν ὅμως ἀνεξικάκως ὁ Θεὸς, οὐκ ἐπενεγκὼν αὐτῷ τὴν αὐτῷ χρεωστουμένην ὀργήν. εἶτα τούτῳ γέγονεν υἱὸς ταῖς τοῦ πατρὸς δυσσεβείαις ἁμιλλώμενος, καὶ παρατρέχων ἐν κακίᾳ τὸν φύσαντα· καὶ ἐμακροθύμησε καὶ ἐπὶ τούτῳ Θεός· ἀλλὰ καὶ ἐκ τούτου γέγονε τρίτος, ἢ καὶ ἐκ τοῦ τρίτου τέταρτος κατ' οὐδένα τρόπον ὅσον εἰς κακίας εἶδος τῶν πατέρων ἡττώμενος, ἰσόῤῥοπον δὲ ταῖς ἐκείνων ἐπιτηδεύσας τὴν δυσσέβειαν. ἐπάγει λοιπὸν ὁ Θεὸς τὴν ἄνωθεν καὶ ἀπ' ἀρχῆς ὅλῳ τῷ γένει χρεωστουμένην ὀργὴν, ἀνεξικακήσας διαρκῶς, μᾶλλον δὲ καὶ ἤπερ ἐχρῆν. τὸ γὰρ ὑπερθέσθαι τὴν τιμωρίαν καὶ μέχρι τετάρτης γενεᾶς, πῶς οὐκ ἂν γένοιτο θεοπρεποῦς ὄντως ἡμερότητος ἐγκώμιον; ὅτι γὰρ οὐχ υἱὸν ὑπὲρ πατρὸς, ἀλλ' οὐδὲ πατέρα κολάζειν οἶδεν ὑπὲρ υἱοῦ, χαλεπὸν οὐδὲν ἐκμαθεῖν καὶ ἐξ ὧν ἔφη σαφῶς διὰ φωνῆς Ἰεζεκιὴλ τοῦ προφήτου πρὸς αὐτοὺς Ἰουδαίους, ἐπ' αὐτῷ δὴ