Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.145
Not analysed yet
τούτῳ διαγογγύζοντας καὶ λέγοντας Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν. "Καὶ ἐγένετο," φησὶ, "λόγος Κυρίου πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, τίς ὑμῖν "ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραὴλ, λέγοντες Οἱ πατέρες "ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν; "ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν γένηται ἡ παραβολὴ αὕτη ἔτι "λεγομένη ἐν τῷ Ἰσραήλ· ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν "τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτω καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί "εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται. ὁ δὲ υἱὸς "οὐ λήψεται τὴν ἀδικίαν τοῦ πατρὸς, οὐδὲ ὁ πατὴρ λήψεται "τὴν ἀδικίαν τοῦ υἱοῦ αὐτοῦ· ἕκαστος ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ᾗ "ἥμαρτεν, ἀποθανεῖται ἐν αὐτῇ." ἀλλ' οἶμαι ληρεῖν οὐδένα τοσοῦτον ὡς νομίσαι τὰ κάλλιστα μὲν οὐκ ἐν ἀρχῇ νομοθετῆσαι Θεὸν, μεταβεβουλεῦσθαι δέ πως καὶ μετεσκέφθαι τὸ ἄμεινον, καὶ ὡς ἕνα τῶν καθ' ἡμᾶς ὑστεροβουλήσαντα μόλις ἐπινομοθετεῖν δεδυνῆσθαι τὰ πρεπωδέστερα. εἰ μὲν γὰρ ἐπαινοῦμεν ἐκεῖνα, τῶν δευτέρων δηλονότι διὰ τούτου κατηγορήσομεν, εἰ δὲ τοῖς δευτέροις ἀποψηφιούμεθα τὸ νικᾶν, πάντως δήπου τῶν ἡττωμένων καταγνωσόμεθα. ἑαυτῷ τοιγαροῦν νομοθετήσει τἀναντία Θεὸς, καὶ διημάρτηκε καθάπερ ἡμεῖς τοῦ δέοντος, ποτὲ μὲν ἐκεῖνα, ποτὲ δὲ ταῦτα θεσμοθετῶν. ἀλλ' οἶμαι πᾶς τις ἐρεῖ ταῖς μὲν εἰρημέναις ἀτοπίαις κατ' οὐδένα δύνασθαι τρόπον τὴν θείαν ὑποκεῖσθαι φύσιν, ἀλλ' οὐδ' ἂν ἀφαμαρτῆσαί ποτε τοῦ δέοντος. Ἀπόδειξιν οὖν ἄρα τῆς ἀσυγκρίτου φιλοτιμίας αὐτοῦ τὸ εἰρημένον εἰσφέρει, τουτέστιν, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς. ὅτι γὰρ ἔθος τῷ φιλανθρώπῳ Θεῷ μὴ παραχρῆμα κολάζειν τοὺς πλημμελήσαντας, ἀναδύεσθαι δὲ μᾶλλον καὶ εἰς χρόνους ἀνατιθέναι μακροὺς τὰς τιμωρίας, αὐτοῦ λέγοντος συνήσεις "Καὶ τὸν