Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.146
Not analysed yet
"θυμόν μου ἔπλησα καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς." ἑτέρωθι δὲ πάλιν "Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι "τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν." ὁρᾷς ὅπως ἔπλησε μὲν τὸν θυμὸν, ἔδρων γὰρ ἤδη τινὲς πληρεστάτου λοιπὸν ἄξια θυμοῦ, διεκαρτέρει δὲ ὡς Θεὸς, καὶ τὸ συντέλειαν τοῖς λυποῦσιν ἐπενεγκεῖν ἀνεβάλλετο. ἀλλ' ἵνα σοι, καὶ καθάπερ ἐν πίνακι, τὴν τῶν εἰρημένων ἀνατυποῦντες ἀπόδειξιν, καὶ δι' αὐτῶν ἤδη πληροφορήσωμεν τῶν πραγμάτων, ὅτι τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγκώμιόν ἐστι τὸ εἰρημένον, παροίσω τι τῶν ἐν τοῖς ἱεροῖς κειμένων γράμμασι, καὶ ἐξ αὐτῆς ἀποδεῖξαι πειράσομαι τῆς θείας γραφῆς, ἐπενεχθείσας ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν οὐκ ἀδίκως, ἀλλὰ δικαίως, καὶ τοῖς τοῦτο παθοῦσι κεχρεωστημένως. γενήσεται δὲ ὁ λόγος διὰ τὸ μῆκος τῆς ἱστορίας ἐν παραδρομῇ. Οὐκοῦν, ὡς ἐν τῷ τρίτῳ βιβλίῳ τῶν βασιλειῶν ἀνέγνωμεν, βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ μεθ' ἑτέρους ὁ Ἀχαὰβ, ὃς ἀμπελῶνος κατ' οὐδένα τρόπον αὐτῷ προσήκοντος εἰς ἀδικωτάτην ἐμπεσὼν ἐπιθυμίαν, ἀναιρεῖ τὸν δεσπότην, φημὶ δὲ τὸν Ναβουθαί. εἰ γὰρ καὶ μὴ τοῦτο γενέσθαι προστέταχεν αὐτὸς, ἀλλ' ἐπὶ ταῖς τῆς γυναικὸς δυστροπίαις οὐκ ἐδυσφόρει. ἠγανάκτει Θεὸς ἐπὶ τούτοις ἀναγκαίως, εἶτά φησι πρὸς αὐτὸν διὰ τοῦ προφήτου Ἡλιοῦ "Τάδε λέγει Κύριος "Ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε "λέγει Κύριος Ἐν τῷ τόπῳ οὗ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες "τὸ αἷμα Ναβουθαὶ, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου "καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου·" καὶ πάλιν εὐθύς "Τάδε λέγει Κύριος Ἰδοὺ ἐπάγω ἐπὶ σὲ κακὰ, καὶ "ἐκκαύσω ὀπίσω σου καὶ ἐξολοθρεύσω τοῦ Ἀχαὰβ οὐ-