Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.147
Not analysed yet
"ροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ καταλελειμμένον "ἐν Ἰσραὴλ, καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱερο"βοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασσὰ υἱοῦ Ἀχαὰβ, "περὶ τῶν παροργισμάτων ὧν παρώργισας καὶ ἐξήμαρτες "τῷ Ἰσραήλ. καὶ τῇ Ἰεζάβελ ἐλάλησε λέγων Οἱ κύνες "φάγονται αὐτὴν ἐν τῷ προτειχίσματι τοῦ Ἰσραὴλ, καὶ τὸν "τεθνηκότα τοῦ Ἀχαὰβ ἐν τῇ πόλει φάγονται οἱ κύνες, καὶ "τὸν τεθνηκότα ἐν τῷ πεδίῳ φάγονται τὰ ὄρνεα τοῦ "οὐρανοῦ." ταῦτα δὲ δράσειν ἅπαντα καὶ ἀναμφιλόγως ἐποίσειν διαπειλήσαντος τοῦ πάντων Δεσπότου, διέῤῥηξε μὲν τὸ ἀμφίον ὁ Ἀχαὰβ, εἰσελθὼν δὲ εἰς τὸν οἶκον αὐτοῦ, καθὰ γέγραπται, κατενύγη, καὶ δακρύων μὲν κατετήκετο πικρῶς, σάκκῳ δὲ διεζώσατο τὴν ὀσφύν. ἐπειδὴ δὲ ἐν τούτοις αὐτὸν γεγονότα κατηλέει Θεὸς, κολοβοῦν ἄρχεται τὴν ὀργὴν, καὶ χαλινὸν ὥσπερ ἐπιτιθεὶς τῷ παραχρῆμα θυμῷ, τῷ προφήτῃ φησίν "Ἑώρακας ὡς κατενύγη Ἀχαὰβ "ἀπὸ προσώπου μου; οὐκ ἐπάξω ταῦτα ἐν ταῖς ἡμέραις "αὐτοῦ, ἀλλ' ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν "κακίαν." ἆρα οὖν ἐπὶ τίνος ταῦτα πεπλήρωνται, πῶς οὐχὶ δίκαιον κατιδεῖν; οὐκοῦν γέγονε μὲν ἐξ Ἀχαὰβ Ὀζίας, ὃς "ἐποίησε, φησὶ, τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπορεύθη "ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ Ἀχαὰβ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς "μητρὸς αὐτοῦ." ἀλλὰ καὶ ἐξ Ὀζίου γέγονε, φησὶν, Ἰωρὰμ, περὶ οὗ πάλιν γέγραπται ὅτι ἐπορεύθη "ἐν ταῖς ἁμαρτίαις "οἴκου Ἱεροβοάμ." ἀλλὰ καὶ ἐξ Ἰωρὰμ βεβασίλευκε τρίτος Ὀχοζίας, περὶ οὗ πάλιν φησὶν ὁ τῆς ἱστορίας λόγος ὅτι "ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος "Ἀχαάβ." ἐπειδὴ δὲ ἤδη παρῆν ὁ καιρὸς τοῦ κολάζεσθαι δεῖν τὸν οἶκον Ἀχαὰβ, μέχρι καὶ τετάρτων ἐγγόνων τῆς