Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.148
Not analysed yet
κατὰ Θεοῦ δυσσεβείας οὐ καταλήξαντα, κέχρισται λοιπὸν ἐπὶ τὸν Ἰσραὴλ εἰς βασιλέα Ἰωσαφὰτ υἱὸς Ναμεσὶ, ὃς ἀναιρεῖ μὲν τὸν Ὀχοζίαν, καὶ σὺν ἐκείνῳ τὴν Ἰεζάβελ, ἀναιρεῖ δὲ τῷ Ἀχαὰβ καὶ ἑτέρους υἱοὺς ἑβδομήκοντα, τὴν θείαν ὥσπερ διεξάγων εἰς πέρας ὀργὴν, ὡς καὶ τιμῆς καὶ χάριτος ἐπὶ τούτῳ τυχεῖν. τί γάρ φησι πρὸς αὐτὸν ὁ Θεός; "Ἀνθ' ὧν ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου, "καὶ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ "Ἀχαὰβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ τοῦ θρόνου σου." ὁρᾷς οὖν ὅπως τοὺς μὲν πονηροὺς ἐκ πονηρῶν ἐν τετάρτῃ μόλις ἐκόλασε γενεᾷ, τῷ δὲ τιμήσαντι καὶ μέχρι τετάρτης γενεᾶς ἐκτείνει τὸν ἔλεον. παῦσαι τοίνυν Ἰουδαῖε τῆς τοῦ Θεοῦ δικαιοσύνης κατηγορῶν· εἰς ἐγκωμίου γὰρ τάξιν παρ' ἡμῖν δεχθήσεται τό Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. Ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Δυσεξήγητον μέν πως ἔσται καὶ ἀπορίας εἴσω πολλῆς τὸ προκείμενον, καὶ ἦν μὲν ἴσως οὐκ ἀμαθὲς καὶ παρατρέχειν αὐτὸ, καὶ διὰ τὸ σφόδρα δυσέφικτον ἐᾶν. ἀλλ' ἵνα μὴ λελυμένων δογμάτων Ἰουδαϊκῶν, ἕτερόν τι συγγενὲς ἐκείνοις καθάπερ "τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ," κατὰ τὴν τοῦ Παύλου φωνήν· εἰκὸς γὰρ ὑποτοπῆσαί τινας διὰ τοῦτο πρὸς πάθη τὰ τῶν ἀνθρώπων καλεῖσθαι σώματα, ἵνα ἐν αὐτοῖς φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ· χρησίμως ὥς γε μοι φαίνεται καὶ πρὸς τοῦτο εἰπεῖν ὀλίγα ἄττα πρὸς τὸ καὶ ἐντεῦθεν ἀποκρούσασθαι βλάβη, καὶ τοῖς ἐξ ἀπάτης λογισμοῖς μηδεμίαν ἔχειν ἐπιτρέψαι παρείσδυσιν. ὅτι μὲν οὖν οὔτε τὰς γονέων ἁμαρτίας ἐπάγει τέκνοις Θεὸς εἰ τῆς ἐκείνων δυστροπίας εἶεν ἀμέτοχα, καὶ ὅτι πρὸς τούτοις οὐκ