Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.16
Not analysed yet
λέγω Οὐκ εἰμί φησιν ἐκ τοῦ κόσμου τούτου. οὐκοῦν ἀντιπαραθεὶς εἰς γνῶσιν τὴν θεότητα τῷ κόσμῳ, τούτου μὲν ἐκείνῳ δίδωσιν, ἑαυτὸν δὲ τῷ γεγεννηκότι Θεῷ καὶ τῇ ἀνωτάτω πασῶν οὐσίᾳ προσνέμει. „Ἀλλ' οὐδὲν ἀδικήσει, φησὶ, τῶν ἀγγέλων τὴν φύσιν ὁ „Θεὸς καὶ Πατὴρ, εἰ μὴ τούτοις αὐτὴν οἷς καὶ τὸν Υἱὸν „ἔγνω τιμᾶν. ἄδικον γὰρ οὐδαμῶς ἀποφαίνει τὸν Θεὸν, τὸ „ἐν τῇ κτίσει ποικίλον, ἢ τῷ ἑκάστῳ πρεπόντως ἀπονέμειν „τὴν δόξαν, ἐπεὶ κατά τινα τρόπον ἡμεῖς ἀγγέλων ἠλαττώ„μεθα, καίτοι δίκαιον εἶναι ὁμολογοῦντες τὸν Θεόν· ὅπερ „οὖν ἡμεῖς πρὸς ἀγγέλους, τοῦτο καὶ ἄγγελοι πρὸς τὸν „Υἱόν· παραχωροῦσι δὲ ὡς ἀμείνονι καὶ τὸ ἐν μείζοσιν εἶναι „τιμαῖς, ἢ ἐν αἷσπέρ εἰσιν αὐτοί. “Ἀλλ', ὦ βέλτιστε· πάλιν ἐροῦμεν τὸν ἀμαθῆ δυσωποῦντες αἱρετικόν· εἰ καὶ τῆς τῶν ἀγγέλων δόξης ἀφεστήκαμεν, ἐπεὶ καὶ τῆς ἐνούσης αὐτοῖς εὐσεβείας ἡττώμεθα, καὶ εἰ πολύ τι τὸ ἐν τῇ κτίσει ποικίλον καὶ παρηλλαγμένον καὶ πλεονεκτοῦν ἐν τιμαῖς, ἤτοι μειονεκτούμενον κατὰ τὴν τοῦ ποιήσαντος βούλησιν, ἀλλά γε τοῖς πᾶσιν τὸ ἐκτίσθαι κοινὸν, καὶ οὐδὲν ὅλως ἐν τούτοις τὸ ἕτερον ὑπερτεροῦν ἢ λειπόμενον. προὔχειν μὲν γὰρ ἔν τε τιμῇ καὶ δόξῃ τοῦ ἀνθρώπου τὸν ἄγγελον θαυμαστὸν οὐδὲν, ἢ καὶ τοῦ ἀγγέλου τὸν ἀρχάγγελον· τὸ γεμὴν εἰς τοῦ τὰ πάντα πεποιηκότος ἀναβαίνειν δύνασθαι δόξαν οὐδενὶ τῶν κτισμάτων προσὸν εὑρήσομεν· οὐ γὰρ ἔσται τι τῶν γεγονότων φύσει Θεὸς, οὐδ' ἰσότιμον ἔσται τῷ Δεσπότῃ τὸ δοῦλον, σύνεδρόν τε καὶ συμβασιλεῦον αὐτῷ. ποῖον οὖν ἄρα μέτρον ἔσται τιμῆς τῷ Υἱῷ γενητῷ καθ' ὑμᾶς ὄντι, καὶ ἐκ τοῦ κόσμου τοῦ νοητοῦ τὸ θεοπρεπὲς ἀξίωμα; πῶς δὲ εἰς τὴν αὐτὴν ἀναδραμεῖται δόξαν τῷ κατὰ φύσιν Θεῷ τὸ τοῖς κτίσμασιν ὁμογενὲς, καίτοι τοῦ Θεοῦ