Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.154
Not analysed yet
"ωται ἀπὸ τῆς ἁμαρτίας," κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀπὸ τοῦ μηδὲν δύνασθαι δρᾶν ἔξω καὶ τοῦ πλημμελεῖν εὑρισκόμενος. Οἶδεν μὲν οὖν οἶδεν ἡ θεῖα γραφὴ καὶ ἡμέρας τῆς νοητῆς ἕτερον λόγον, καὶ νύκτα δὲ οὐδὲν ἧττον παρὰ ταύτην ἑτέραν. ἀλλ' ἐν καιρῷ τῷ πρέποντι τῶν νοημάτων ἕκαστον παραδεχθὲν, ἀπλανῆ τῶν ζητουμένων τὴν θεωρίαν ἐκφαίνει. τὸ δὲ ἐφ' ἃ μὴ προσῆκε, καὶ ὅτε μὴ δεῖ περιέλκειν πειρᾶσθαι βιαίως εἰς πνευματικὴν ἑρμηνείαν τὸ ἱστορικῶς ὠφελοῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ συγχεῖν ἁπλῶς τὸ ἀπεριέργως λυσιτελοῦν, καὶ τὸ χρήσιμον αὐτόθεν ἐκ πολλῆς σφόδρα τῆς ἀμαθίας καταθολοῦν. Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου. Ἆρα γὰρ ὅλως οὐκ εἶναί ποτε νομιοῦμεν ἐν τῷ κόσμῳ Χριστὸν, ἢ ἀναληφθέντα πρὸς οὐρανὸν μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, οὐκ ἐνδημεῖν ἔτι τοῖς ἐν τῷδε τῷ βίῳ πιστεύομεν; καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς οὐχ ὅπως οὐρανοὺς καὶ τὰ ἐπέκεινα τοῦ στερεώματος μόνον, ἀλλὰ καὶ τὴν καθ' ἡμᾶς οἰκουμένην πληροῖ τε καὶ περιέπει· καὶ ὥσπερ ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς ἀνθρώποις συνδιαιτώμενος τῶν οὐρανῶν οὐκ ἀπελιμπάνετο, οὕτω διακεισόμεθα φρονοῦντες ὀρθῶς, ὅτι κἂν ἐκ τοῦ κόσμου γένηται διὰ τὴν σάρκα, παρέσται πάλιν οὐδὲν ἧττον τοῖς ἐν αὐτῷ καὶ ἐπιστατήσει τοῖς ὅλοις ἡ θεία τε καὶ ἄῤῥητος αὐτοῦ φύσις οὐδενὸς ἀποδημοῦσα τῶν ὄντων, ἢ ἀπολιμπανομένη τινὸς, πανταχῆ δὲ τοῖς πᾶσι παροῦσα· καὶ πληροῦσα μὲν τόδε τὸ σύμπαν καὶ τὸ ὑπὲρ τοῦτο νοούμενον, χωρουμένη δὲ ὑπὸ μόνης ἑαυτῆς. Τί οὖν ἐστιν ὅ φησιν ἐν τούτοις ὁ Κύριος ἀκόλουθον