Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.155
Not analysed yet
συνιδεῖν. ὡς ἕωλον ἀνατρέψας τὴν Ἰουδαίων ὑπόνοιαν, καὶ σαθροῖς ἐναφραίνοντας ἀποδείξας δόγμασι, συμβουλεύσας τε τοῖς ἑαυτοῦ μαθηταῖς ὅτι πρέποι μᾶλλον αὐτοὺς ἐργάζεσθαι φιλεῖν τὰ δοκοῦντα Θεῷ, καὶ ἀπομαθεῖν ἐπείγεσθαι τὸ ζητεῖν ὅλως τὸ ὑπερτεροῦν, καταπτοήσας δέ πως ὡς παρελάσει δρῶντας οὐδὲν ὁ τῶν ἔργων καιρὸς, εἰ μὴ πᾶσαν ποιοῖντο σπουδὴν εἰς τὸ θέλειν εὐδοκιμεῖν, ὡς εἰσὶν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς, ἑαυτὸν εἰς εἰκόνα λαμβάνει τοῦ πράγματος. ἰδοὺ γὰρ κἀγὼ, φησὶ, τὸ ἐμαυτῷ πρέπον ἐργάζομαι, καὶ ἐπείπερ ἀφῖγμαι φωτίσων τὰ ἐν ἐνδείᾳ φωτὸς, δεῖ με καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, εἰ φωτὸς νοσοῖεν τὴν ἀπευκτὴν ἐρημίαν, ἐνοικίζειν τὸ φῶς, ὅταν μάλιστα τῶν πεπονθότων προσίωσί τινες. Ἐκληψόμεθα τοιγαροῦν ἱστορικώτερον, καὶ ὡς ἐν ἁπλῷ λόγῳ τὸ εἰρημένον· ὅτι γάρ ἐστι καὶ φῶς νοητὸν ὁ Μονογενὴς καταφωτίζειν εἰδὼς καὶ δυνάμενος, οὐ τὰ ἐν τῷδε τῷ κόσμῳ μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ὑπερκόσμιον κτίσιν, οὐκ ἀμφίβολον· πρὸς δὲ τὴν τῶν ἐν χερσὶ θεωρίαν τὴν ἐκ τῶν λαλουμένων διάνοιαν συναρμόζοντες, οὐκ ἀπίθανον οἶμαί τι δρῶντες ἁλωσόμεθα. Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Εἰς τύπον τῆς τῶν ἐθνῶν κλήσεως τὴν ἐπὶ τῷδε τῷ τυφλῷ θεραπείαν παραδεξάμενοι, πάλιν ἐροῦμεν ὡς ἐν βραχέσιν ἀνακεφαλαιούμενοι τοῦ μυστηρίου τὸν λόγον.