Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.156
Not analysed yet
πρῶτον μὲν ὅτι παρατρέχων, καὶ τὸ παρὰ τοῖς Ἰουδαίοις ἀφεὶς ἱερὸν, ὁρᾷ τὸν τυφλὸν, εἶτα τούτῳ κἀκεῖνο χρησίμως ἐποίσομεν, ὡς παρακλήσεως δίχα, καὶ οὐδενὸς ἐκλιπαροῦντος αὐτὸν, ἐθελουργῷ δὲ μᾶλλον καὶ αὐτοκελεύστῳ ῥοπῇ πρόσεισιν ὁ Σωτὴρ ἐπὶ τὸ θέλειν ἰάσασθαι τὸν ἄνθρωπον, σημεῖον ὥσπερ καὶ τοῦτο τιθεὶς ὡς οὐδεμιᾶς ἐκ τῆς τῶν ἐθνῶν πληθύος παρακλήσεως γεγενημένης· πάντες γὰρ ἦσαν ἐν τῇ πλάνῃ· Θεὸς ὑπάρχων καὶ ἀγαθὸς κατὰ φύσιν, αὐτόκλητος ὥσπερ ἐπὶ τὸν ἐπ' αὐτοῖς ἔλεον παρελήλυθε. πῶς γὰρ ἂν ὅλως ἢ κατὰ τίνα τρόπον ἐξῄτησε παρὰ Θεοῦ τὸν ἔλεον ὁ πολύχους τῶν Ἑλλήνων ἀριθμὸς, ἤτοι τῶν ἐθνῶν, ἀσυγκρίτοις ἀμαθίαις κατακεχωσμένον ἔχων τὸν νοῦν, ὡς μηδόλως ὁρᾶν δύνασθαι τὸν φωτιστήν; ὥσπερ οὖν ἀμέλει καὶ ὁ τεθεραπευμένος τυφλὸς οὐκ οἶδε τὸν Ἰησοῦν, ἐλέῳ δὲ καὶ φιλανθρωπίᾳ τὸ παρ' ἐλπίδα κερδαίνει· ὃ καὶ τοῖς ἔθνεσιν ὑπήρχθη διὰ Χριστοῦ. ἐν σαββάτῳ γεμὴν τὰ τῆς θεραπείας τελεῖται, τύπον ἡμῖν ἐν τούτοις ἀποπληροῦν ἰσχύοντος τοῦ σαββάτου τοῦ τελευταίου καιροῦ τοῦ παρόντος αἰῶνος, καθ' ὃν τοῖς ἔθνεσιν ἐπέλαμψεν ὁ Σωτήρ· τέλος μὲν γὰρ ἑβδομάδος τὸ σάββατον, ἐπιδεδήμηκε δὲ καὶ ἐπεφάνη πᾶσιν ἡμῖν ὁ Μονογενὴς ἐν ἐσχάτῃ ὥρᾳ, καὶ ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς. ἀλλὰ καὶ τὸν τῆς ἰάσεως τρόπον ἄξιον ὄντως ἀποτεθηπότας εἰπεῖν "Ὡς ἐμεγαλύνθη "τὰ ἔργα σου Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας." Τοῦ γὰρ χάριν, ἐρεῖ τις τυχὸν, καίτοι λόγῳ πάντα κατορθοῦν εὐκόλως δυνάμενος, ἀναφύρει μὲν πηλὸν ἀπὸ τοῦ πτύς-