Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.157
Not analysed yet
ματος, καταχρίσας δὲ τοῦ πεπονθότος τοὺς ὀφθαλμοὺς, καὶ ἐργωδέστερόν τι προσεπιτάττων ὁρᾶται. ὕπαγε νίψαι γάρ φησιν εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ. ἀλλ' οἶμαι βαθύς τις τοῖς εἰρημένοις ἐγκέχωσται λόγος· ἐπιτελεῖ γὰρ εἰκαῖον οὐδὲν ὁ Σωτήρ. καταχρίει μὲν γὰρ τῷ πηλῷ τὸ λεῖπον ὥσπερ καὶ ἡμαρτημένον τῇ τοῦ ὄμματος φύσει προστιθεὶς, καὶ δεικνὺς διὰ τούτου, ὡς αὐτὸς ἦν ὁ πλάσας ἡμᾶς ἐν ἀρχῇ, κτίστης τε καὶ δημιουργὸς τοῦ παντός. ἔχει δέ τινα καὶ λόγον μυστικὸν ἡ τοῦ πράγματος δύναμις· τί γὰρ δὴ πρὸς τοῦτό φαμεν, ἢ τί νοεῖν ἐπ' αὐτῷ διεσκέμμεθα, πάλιν ἐροῦμεν. οὐκ ἦν ἑτέρως τὰ ἔθνη δύνασθαι τὴν ἐπισκήψασαν αὐτοῖς ἀποκρούσασθαι τυφλότητα, καὶ τὸ θεῖόν τε καὶ ἅγιον ἐπαθρῆσαι φῶς, τουτέστι, τὴν τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος γνῶσιν ἀναλαβεῖν, εἰ μὴ γέγονε μέτοχα τῆς ἁγίας αὐτοῦ σαρκὸς, καὶ ἀπελούσατο τὴν καταμελαίνουσαν ἁμαρτίαν, ἀπεδύσατο δὲ τοῦ διαβόλου τὴν ἐξουσίαν διὰ τοῦ ἁγίου δηλονότι βαπτίσματος. ἐπειδὴ δὲ πρόωρον τοῦ μυστηρίου τὸν τύπον τῷ τυφλῷ ἐνεχάραττεν ὁ Σωτὴρ, ἀπεπλήρου τέως τῆς μετοχῆς τὴν δύναμιν διὰ τῆς ἐπιχρίσεως τοῦ πτύσματος. εἰς εἰκόνα γεμὴν τοῦ ἁγίου βαπτίσματος τὸ ἐν τῷ Σιλωὰμ ἀπονίπτεσθαι δραμόντα κελεύει, οὗ καὶ ἀναγκαίως διερμηνεύει τοὔνομα σοφὸς ἄγαν ὢν καὶ πνευματοφόρος ὁ Εὐαγγελιστής. λογιζόμεθα γὰρ ἕτερον οὐδένα τὸν ἀπεσταλμένον ὑπάρχειν, ἢ τὸν ἐπ' ὀλέθρῳ τῆς ἁμαρτίας καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἄνωθεν ἡμῖν καὶ παρὰ Πατρὸς ἐπιφοιτήσαντά τε καὶ ἀπεσταλμένον Θεὸν Μονογενῆ, αὐτόν τε τοῖς ὕδασιν ἀοράτως ἐπινήχεσθαι τῆς ἁγίας κολυμβήθρας γινώσκοντες, λουόμεθα μετὰ πίστεως, οὐκ εἰς ἀπόθεσιν ῥύπου