Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.158
Not analysed yet
σαρκὸς, κατὰ τὸ γεγραμμένον, ἀλλ' ὥσπερ λύμην τινὰ καὶ ἀκαθαρσίαν τῶν τῆς διανοίας ὀμμάτων ἐκπλύνοντες, ἵνα λοιπὸν καθαροὶ καθαρῶς τὸ θεῖον ἐπαθρεῖν ἰσχύσωμεν κάλλος. ὅνπερ οὖν τρόπον ζωοποιὸν εἶναι πιστεύομεν τὸ σῶμα Χριστοῦ, ἐπείπερ ἐστὶ τοῦ ζῶντος Θεοῦ Λόγου ναός τε καὶ ἐνδιαίτημα, πᾶσαν ἔχων αὐτοῦ τὴν ἐνέργειαν, οὕτως εἶναί φαμεν καὶ φωτισμοῦ πρόξενον· σῶμα γάρ ἐστι τοῦ κατὰ φύσιν καὶ κατὰ ἀλήθειαν φωτός. καὶ ὥσπερ ὅτε τεθνεῶτα διανίστη τὸν μονογενῆ τῆς χήρας υἱὸν, οὐκ ἠρκέσθη μόνῳ τῷ προστάξαι καὶ εἰπεῖν "Νεανίσκε, σοὶ "λέγω, ἐγέρθητι," καίτοι λόγῳ πάντα κατορθοῦν εἰθισμένος ὅσαπερ ἂν βούλοιτο, ἀλλ' ἐπετίθει τῇ σορῷ καὶ τὴν χεῖρα, δεικνὺς ὅτι καὶ τὸ σῶμα αὐτοῦ τὴν ζωοποιὸν ἐνέργειαν ἔχει· οὕτω κἀνθάδε καταχρίει τῷ πτύσματι, διδάσκων ὅτι καὶ φωτισμοῦ πρόξενον καὶ διὰ ψιλῆς τῆς ἁφῆς τὸ σῶμα αὐτοῦ ἐστι. σῶμα γάρ ἐστι φωτὸς ἀληθινοῦ, καθάπερ εἰρήκαμεν. ἄπεισι γεμὴν ὁ τυφλὸς ᾗ τάχος ἀπονιψάμενος, καὶ ἀμελλητὶ τὸ προσταχθὲν ἀποπληροῖ, δεικνὺς ὥσπερ ἐν ἑαυτῷ τὴν τῶν ἐθνῶν εὐπείθειαν περὶ ὧν γέγραπται "Τὴν ἑτοιμασίαν τῆς "καρδίας αὐτῶν προσέσχε τὸ οὖς αὐτοῦ." σκληροκάρδιοι μὲν οὖν οἱ τάλανες Ἰουδαῖοι, τρυφεροὶ δὲ παντελῶς εἰς ὑπακοὴν καὶ δι' αὐτῆς μαρτυροῦνται τῆς πείρας οἱ ἐξ ἐθνῶν. ἀναμύει δὲ παραχρῆμα τὴν τυφλότητα τῷ πηλῷ συναπονιψάμενος ὁ ἀνὴρ, καὶ ὑποστρέφει βλέπων. οὐ γὰρ ἦν ἑτέρως γενέσθαι παρὰ τὸ δοκοῦν τῷ Χριστῷ. καλὴ τοιγαροῦν ἡ πίστις, ἰσχύειν ἐν ἡμῖν τὴν θεόσδοτον χάριν παρασκευάζουσα, καὶ τὸ διψυχεῖν ἐπιζήμιον. "Ὁ γὰρ