Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.159
Not analysed yet
"δίψυχος ἀνὴρ ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ," καθὰ γέγραπται, καὶ λήψεται παρὰ Κυρίου παντελῶς οὐδέν. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν, ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλος ἔλεγεν Οὐχὶ, ἀλλ' ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. Δυσπαράδεκτά πως εἰς πίστιν τὰ τῶν θαυμάτων ὑπερφερῆ, καὶ τὸ μηδαμόθεν . . . . . . οὐκ ἀταλαίπωρον ἐφ' ἑαυτῷ τὴν σύνεσιν ἔχει, τιμᾶται δὲ μόλις ἀπεριέργως εἰσκομισθὲν ταῖς τινῶν διανοίαις. τὸ γὰρ βασανίζειν πειρᾶσθαι τὰ ὑπὲρ νοῦν δεῖν καὶ λόγον, εὐηθείας οὐ μακράν. ἐντεῦθεν οἶμαι καὶ ἀπιστῆσαί τινας τῶν εἰδότων μὲν πρότερον τὸν ταῖς τριόδοις ἐμφιλοχωροῦντα τυφλὸν, κατατεθηπότων δὲ αὖθις, ἐπείπερ αὐτὸν ἀδοκήτως φαιδρῷ διαπρέποντα βλέπουσιν ὀφθαλμῷ. καταμερίζονται δὲ πρὸς ἐνδοιασμὸν ἀπὸ τοῦ συμβεβηκότος, καὶ οἱ μὲν τῷ μεγέθει τοῦ πράγματος ἐνορῶντες ἀκριβέστερον, οὐδὲ αὐτὸν εἶναι τὸν ἄνθρωπον, ἐμφερῆ δὲ λίαν τῷ γινωσκομένῳ φασί. καὶ γὰρ δὴ καὶ ὄντως οὐκ ἀπεικός τι παθεῖν ἐν τούτοις τινὰς πρὸς τὸ καὶ αὐτὴν παραιτεῖσθαι τὴν ἀλήθειαν, τῷ μεγέθει τῆς θεοσημείας εἰς ἀνεθέλητον ὥσπερ ἐξωθουμένους ψευδομυθίαν. ἕτεροι δὲ τῶν εὐμαθεστέρων μελλησμῶν ἐλευθέραν ποιοῦνται τὴν σύνεσιν, αἰδοῖ δὲ καὶ φόβῳ τὸ θαῦμα τιμήσαντες αὐτὸν ἐκεῖνον εἶναί φασι. λύει δὲ παραχρῆμα τὸ ζητούμενον ὁ τεθεραπευμένος, ἀξιολογωτάτην ἐφ' ἑαυτῷ τὴν ἰδίαν εἰσφέρων ὁμολογίαν. οὐ γὰρ ἂν ἑαυτὸν ἠγνόησέ τις, οὐδὲ εἰ σφόδρα νοσοῖ τὸ ληρεῖν. πανταχόθεν δὲ τῷ θαυματουργῷ