Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.160
Not analysed yet
τὸ ἐν μεγάλοις ὁρᾶσθαι προξενεῖ δι' ὑπερβολὴν δυνάμεως ἀπιστούμενον τὸ παράδοξον. Ἔλεγον οὖν αὐτῷ Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Συννεύουσι μόλις αὐτὸν ἐκεῖνον εἶναι πιστεύσαντες, ὃν ἐγίνωσκον ἐξ ἀρχῆς, καὶ τὸ περὶ τούτων ἀφέντες ἀμφιγνοεῖν, ἐρωτῶσιν ὅπως τὴν τυφλότητα διεκρούσατο, καὶ τίς ὁ τρόπος τοῦ παρ' ἐλπίδα πράγματος. ἐν ἔθει γάρ πως ἀεὶ τοῖς θαυμάζουσι τὸ φιλοπευστεῖν ἀκριβέστερον, καὶ τῶν δρωμένων τὸν τρόπον περιεργάζεσθαι· ὃ δὴ καὶ αὐτὸ ποιεῖν ἐγνώκασιν οὐκ ἀθεεὶ, κατά γε τὸν ἡμέτερον νοῦν, ἀλλ' ἵνα καὶ οὐχ ἑκόντες μανθάνωσι τοῦ Σωτῆρος ἡμῶν τὴν δύναμιν, ἐκδιηγουμένου καὶ σαφῶς αὐτοῖς διαγγέλλοντος τοῦ τυφλοῦ, ὅπερ εἰς εἰκόνα λήψῃ καλὴν τοῦ γενέσθαι διδασκάλους τοῖς ἐξ Ἰσραὴλ τοὺς ἐξ ἐθνῶν ἐπιστρέψαντας, καὶ τὴν μὲν ἀρχαίαν διαδράντας τυφλότητα, τὸν δὲ παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ τοῦ Πνεύματος ἀποκερδάναντας φωτισμόν. ὅτι δὲ τὸ εἰρημένον ἀληθές ἐστιν, αὐτὰ βοήσει τὰ πράγματα. Ἀπεκρίθη ἐκεῖνος Ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι Ὕπαγε νίψαι εἰς τὸν Σιλωάμ. ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα. Ὅτι μὲν Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Σωτὴρ ἀγνοῶν ἔτι φαίνεται· οὐ γὰρ ἂν οὕτω μικροπρεπῶς ἐλάλησε περὶ αὐτοῦ· ἔοικε δέ πως ὡς περί τινος τῶν ἁγίων τὸ ἐπ' αὐτῷ φρονεῖν καὶ λογίζεσθαι, ἐξ ἀμυδροτέρας ὡς εἰκὸς καὶ τοῦτο φήμης ἑλὼν περιφοιτώσης ἅπασαν τὴν Ἱερουσαλὴμ, καὶ ἐκτεθρυ-