Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.17
Not analysed yet
λέγοντος "Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω." τί δὲ εἰπέ μοι τὸν διάβολον τῶν οὐρανίων ἐξέπεσεν αὐλῶν; ἆρα τὸ διψῆσαι τιμὴν πρέπουσαν μὲν φύσει τῇ γενητῇ, τῶν γεμὴν προσόντων αὐτῷ μέτρων τὴν ἀμείνω καὶ μείζονα, καὶ ἐν τούτοις ἦν αὐτῷ τῶν ἐγκλημάτων ὁ λόγος; ἢ ὅτι τετόλμηκεν εἰπεῖν "Ἔσομαι ὅμοιος τῷ ὑψίστῳ;" ἐφαντάσθη γὰρ δύνασθαι τὸ ποιηθὲν εἰς τὴν τοῦ ποιήσαντος ἀναβῆναι φύσιν, καὶ σύνθρονον ἔσεσθαι τῷ πάντων ἔχοντι τὸ κράτος Θεῷ. διὰ τοῦτο καὶ πέπτωκεν ὡς ἀστραπὴ, κατὰ τὸ γεγραμμένον, ἐξ οὐρανοῦ. σὺ δὲ ἡμῖν τοῖς οὕτω σφαλεροῖς ἀφυλάκτως ἐπιπηδῶν, ἐν τῷ μηδενὶ τίθης τὸ ἔκ τινος κόσμου καθ' ὑμᾶς ὄντα τὸν Υἱὸν, καὶ μέρος διὰ τοῦτο τῆς κτίσεως, ἐν τάξει τιμῆς καλεῖσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὸ συνεδρεύειν αὐτῷ, τοῦτο προξενούσης αὐτῷ τῆς οὐσίας οὐδαμῶς, ἀλλ' οὐδὲ ἐπὶ τὸ πρέπον αὐτῇ καὶ χρεωστούμενον καλούσης ἀξίωμα. δέχεται γὰρ, ἂν οὕτως ἔχῃ καθάπερ ὑμεῖς ληροῦντές φατε, ὡς ἐν χάριτος μέρει τὰ ὑπὲρ τὴν κτίσιν. ἄπαγε τῆς δυσφημίας ἄνθρωπε· διακεισόμεθα γὰρ οὐχ οὕτως ἡμεῖς, μὴ δοίη Θεός. ἀγγέλους μὲν γὰρ καὶ ἀρχαγγέλους, καὶ τοὺς ἔτι τούτων ἐν ἀμείνοσι τετιμῆσθαι διαφόρως πιστεύομεν κατ' ἐξουσίαν καὶ βούλησιν τοῦ πανσόφου Θεοῦ, δικαίαν δηλονότι τὴν ἐφ' ἑκάστῳ τῶν γεγονότων ὁρίζοντος ψῆφον· τὸν δὲ κατὰ φύσιν Υἱὸν, οὐκ ἐν τούτοις εἶναι νομιοῦμεν· οὐ γὰρ ἐν χάριτος μέρει καὶ ἐπακτὴν ἔχει τὴν δόξαν, ἀλλ' ἐπείπερ ἐκ τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, Θεὸς ἀληθινὸς ἐκ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθινοῦ, σύνθρονός τε καὶ σύνεδρος ἐστὶν αὐτῷ, πάντα ὑπὸ πόδας ἔχων ὡς Θεὸς, καὶ ἐκ τοῦ Πατρὸς μετὰ τοῦ Πατρὸς καὶ ὅλῃ τῇ κτίσει θεοπρεπῶς ἐποχούμενος. διὰ τοῦτο καὶ