Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.161
Not analysed yet
λημένης τῆς ἐπ' αὐτῷ λαλιᾶς πανταχῇ. ἄλλως τε καὶ οὐ σφόδρα διὰ σπουδῆς ὑπάρχον ὁρῶμεν τοῖς καὶ τὸ σῶμα λελωβημένοις καὶ ἀκράτῳ μαχομένοις ἐνδείᾳ, τὸ περὶ γνῶσιν ἀσχολεῖσθαι τὴν τινῶν, δαπανώσης ὥσπερ ὅλην αὐτῶν τὴν φροντίδα τῆς ἀγοητεύτου πενίας. ἁπλούστερον τοίνυν καὶ ἄνθρωπον ἀποκαλεῖ, καὶ τὸν τῆς ἰάσεως ἐξηγεῖται τρόπον. ἔδει μὲν γὰρ τῷ μεγέθει τοῦ θαύματος ἀναπεπεισμένον τὴν ὑπὲρ ἀνθρώπων φύσιν χαρίζεσθαι δόξαν τῷ τερατουργῷ, τῷ γεμὴν δύνασθαι τοὺς ἁγίους ἐνεργεῖν διὰ Θεοῦ τὰ παράδοξα τὴν πίστιν ἐπιδιδοὺς, συναρπάζεταί πως πρὸς τὸ ὑπάρχειν ἐκείνων ἕνα νομίζειν αὐτόν. Καὶ εἶπον αὐτῷ Ποῦ ἐστιν ἐκεῖνος; λέγει Οὐκ οἶδα. Οὐκ ἐκ φιλοθέου γνώμης ζητοῦσι τὸν Ἰησοῦν, ἀλλ' οὐδὲ ὅποι καὶ παρὰ τίσιν ἐποιεῖτο τὰς διατριβὰς ἐπείγονται μαθεῖν, ἵνα τι τῶν συντελούντων εἰς ὄνησιν περιτυχόντες αἰτήσειαν, πεπηρωμένοι δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν, καὶ πολὺ χειρόνως ἤπερ ἐκεῖνός ποτε τὸν τοῦ σώματος, πρὸς ἀδικωτάτην ὀργὴν ἀνακαίονται, καὶ θηρίων ἀτιθάσων ἀναπηδῶσι δίκην, λελύσθαι νομίζοντες παρὰ τοῦ Σωτῆρος ἡμῶν νομικὴν ἐντολὴν τὴν ἐπὶ τὸ χρῆναί φημι μηδὲν ἐν σαββάτῳ τὸ παράπαν ἐργάζεσθαι διηγορευμένην. λελυττήκασι δὲ οὐ μετρίως, ἐπείπερ ὅλως πηλοῦ θιγεῖν ἀπετόλμησε, περιτρίψας δακτύλῳ τὴν γῆν, καὶ προσέτι τοῦτο καὶ ἀπονίψασθαι δεῖν ἐν σαββάτῳ τὸν ἄνθρωπον διετάξατο. διάτοι τοῦτο καὶ τὸν ἐξ ὀργῆς καὶ ἀπονοίας ἐρεύγονται λόγον τό Ποῦ ἐστιν ἐκεῖνος