Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.162
Not analysed yet
ἀναισχύντως λέγειν οὐ παραιτούμενοι. ᾧ γὰρ ἦν εἰκὸς καὶ πλουσίαν ὀφείλεσθαι δόξαν τὴν ἐκ μικρυσμοῦ λοιδορίαν προσάπτουσι· καίτοι θαυμάσαι δέον εἴπερ ἦσαν ἀγαθοὶ, καὶ τοῖς προσήκουσιν ἐπαίνοις τὴν τοῦ Θεοῦ δύναμιν καταστέφειν εἰδότες, ἀλλ' ὅπερ ἦν οἶμαι δίκαιον αὐτοὺς φρονεῖν τε καὶ δρᾶν ἐξ ἀμετρήτου κακοβουλίας παρωθούμενοι, εἰς ἄκαιρον παρατρέπονται ζῆλον, καὶ ὅτι προσῆκεν ἀδικουμένῳ τρόπον τινὰ συνειπεῖν τῷ νόμῳ κιβδήλως διενθυμούμενοι, ζητοῦσιν ὡς ἐργασάμενον ἐν σαββάτῳ τὸν Ἰησοῦν καὶ τὴν οὕτως ἀξιάγαστον ἐντολὴν ἀδικήσαντα διὰ τοῦ θεραπεῦσαι τὸν ἄνθρωπον. εἰκὸς γὰρ δήπου νομίζειν αὐτοὺς, ἀπηνῆ τινα καὶ οὐ φιλοικτίρμονα τὸν Θεὸν ὑπάρχειν ἐν σαββάτῳ, ἀγανακτεῖν δὲ σφόδρα κἂν βλέπῃ σωζόμενον τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν τὴν αὐτοῦ γεγονότα, δι' ὃν καὶ τὸ σάββατον· "Κύριος γάρ ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ "ἀνθρώπου," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς. Ἀποκομίζουσι τοῖς ἡγουμένοις τὸν ἄνθρωπον, οὐχ ἵνα τὰ ἐπ' αὐτῷ μαθόντες θαυμάσωσιν· οὐ γὰρ ἦν εἰκὸς ἐπί τινι τῶν τοιούτων ἡσθῆναί ποτε τοὺς ἀσύγκριτον ὠδίνοντας φθόνον κατὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἀλλ' ὡς ἔνδηλον καταστήσοντες, καθάπερ ᾤοντο, τὴν παρανομίαν αὐτοῦ, καὶ κατηγορήσοντες ὡς ἠδικηκότα διὰ τὸ εἰργάσθαι πηλὸν ἐν σαββάτῳ. τὸ γὰρ ἐπὶ τῷ παραδόξῳ θαῦμα λακτίσαντες, ὡς πλημμελείας τοῦ πράγματος ἐπιδράττονται, ἔλεγχον ὥσπερ τῶν δεδραμένων παραδεικνύντες τὸν ἄνθρωπον, ἐφ' ᾧ τετόλ-