Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.163
Not analysed yet
μητο τὸ παράδοξον, ὁμοῦ δέ τι καὶ κατορθοῦν οἴονται συντελοῦν αὐτοῖς εἰς εὐσεβείας ὑπόληψιν ὡς ἐν ἔθεσιν Ἰουδαϊκοῖς, καὶ νομικὸν ἐπίταγμα διεξάγειν εἰς πέρας ἐπείγονται. ἐν μὲν γὰρ τῷ Δευτερονομίῳ Θεὸς ὁ φύσει καὶ ἀληθινὸς τὸ μὴ δεῖν ἑτέρωσε παραφέρεσθαί ποι τῶν φιλοθέων τὸν νοῦν ἐκδιδάσκων, μήτε μὴν παρ' αὐτὸν οἴεσθαί τινας εἶναι θεοὺς, προσεδρεύειν δὲ μόνῳ τῷ κατὰ ἀλήθειαν ἐπιτάττων, ἀλλὰ καὶ λίαν ἐκπικραίνεσθαι κατὰ τῶν ἕτερόν τι παρὰ τοῦτο φρονεῖν συμβουλεῦσαι τολμώντων, οὕτω φησίν "Ἐὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ "ἐκ μητρός σου, ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου, ἢ ἡ γυνή "σου ἡ ἐν τῷ κόλπῳ σου, ἢ ὁ φίλος ὁ ἴσος τῇ ψυχῇ σου "λάθρα λέγων Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, "οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ "φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτῷ, καὶ οὐκ ἐπιποθήσεις "αὐτῷ οὐδὲ μὴ σκεπάσεις αὐτόν· ἀναγγέλλων ἀναγγελεῖς "τὰ περὶ αὐτοῦ." Ἰουδαῖοί τε πάλιν πρὸς μόνα βλέποντες τὰ ἑτέρων πταίσματα, καὶ τὸ καθ' ἑνὸς ὁρισθὲν πράγματος κατὰ παντὸς ἀσυνέτως ἐκδεξάμενοι, τοὺς ἁλόντας ἐπί τισι τοῖς ἔξω νόμου παρῆγον ἐπὶ τοὺς ἄρχοντας, τιμᾶν οἰόμενοι καὶ διὰ τούτου τὸν νομοθέτην. διὰ ταύτην οἶμαι τὴν αἰτίαν, τὸν μὲν Ἰησοῦν ἐζήτουν λέγοντες "Ποῦ ἐστιν "ἐκεῖνος;" ἀνευρεῖν δὲ οὐδαμόθεν ἰσχύσαντες, ἄγουσιν ὡς ἐν δευτέρᾳ τάξει τὸν ἐφ' ᾧ τὸ θαῦμα τετέλεστο, δι' οἰκείας ὥσπερ ἐπισφραγιοῦντα φωνῆς τὸ λελύσθαι τὸν νόμον ἐν τοῖς κατ' αὐτὸν παρὰ τοῦ θεραπεύσαντος ἐν σαββάτῳ. Ὅτι δὲ οὐ μετρίως ἀσχάλλουσι διὰ τὸ γενέσθαι πηλὸν ἐν σαββάτῳ σαφὲς ἡμῖν καθιστὰς ὁ μακάριος Εὐαγγελιστὴς, ἐπιτηδείως ἐπισημαίνεται τὴν τοῦ πράγματος γελοιότητα,