Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.164
Not analysed yet
προσθεὶς τό Ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς. Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ φαρισαῖοι Πῶς ἀνέβλεψας; Περιεργάζονται τῆς θεραπείας τὸν τρόπον, θερμότερον ὥσπερ ἐν ἑαυτοῖς τὸ ἐκ τῆς βασκανίας ἀνακαίοντες πῦρ, φιλοπευστοῦσι δὲ λίαν, οὐκ ἀγνοοῦντες δὲ ὥς γε μοι φαίνεται τὸ παράδοξον. πῶς γὰρ οὐκ εὔηθες παντελῶς τοὺς, οἵπερ ἦσαν ὡς αὐτοὺς ἀφιγμένοι ποτὲ τυφλὸν ἀποφέροντες, μὴ οὐχὶ πάντως εἰπεῖν τῆς ἀπαγωγῆς τὴν αἰτίαν, ὥσπερ δὲ οὐκ ἀρκούντων ἐκείνων εἰς τὸ κατηγορεῖν τοῦ Χριστοῦ, καὶ αὐτὸν δι' οἰκείας ἀναγκάζουσι φωνῆς ὁμολογῆσαι τὸ δεδραμένον, χαλεπωτέραν ἔσεσθαι τῆς συκοφαντίας τὴν δύναμιν διὰ τούτου πιστεύοντες. σύνες γὰρ ὅπως οὐ διερωτῶσιν ἁπλῶς εἰ τεθεράπευται μόνον, ζητοῦσι δὲ μᾶλλον πῶς ἀνέβλεψεν ἀκοῦσαι· τοῦτο δὲ ἦν ἐπακοῦσαι λίαν ἐσπουδακότων ὅτι πηλὸν ἐποίησε, καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς· ἐν τούτῳ γὰρ πᾶσαν κεῖσθαι τοῦ νόμου τὴν παράβασιν ἀσυνέτως ὑπελάμβανον καὶ, τοὺς ἄνωθεν διυβρίσθαι θεσμοὺς σκηπτόμενοι, ἀπασχάλλειν ἤδη δικαίως καὶ χρῆναι δίκας ἀπαιτεῖν τὸν λυπήσαντα διεσκέπτοντο. Ὁ δὲ εἶπεν αὐτοῖς Πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμοὺς, καὶ ἐνιψάμην, καὶ βλέπω. Δέχονται προθύμως ὥσπερ τινὰ φθόνου τροφὴν τὴν ὁμολογίαν τοῦ θαύματος, καὶ ἀσμένως ἁρπάζουσι τῆς κατ' αὐτοῦ μανίας τὴν ὑπόθεσιν. ἁπλούστερον μὲν γὰρ ἐξηγεῖται τὸ συμβὰν ὁ πηρὸς τότε, καὶ κακοήθος σφόδρα φησὶν ὡς ἐν συντόμοις ὁμολογίαις ἀνυμνῶν ὥσπερ τὸν ἰατρόν· κατα-