Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.165
Not analysed yet
πλήττεται γὰρ τρόπον τινὰ τὴν τοῦ πράγματος φύσιν. ἐκεῖνό γε ὡς εἰκὸς διενθυμούμενος ὅτι πηλῷ καταχρίσας ἀσυνήθει φαρμάκῳ τὸ βλέπειν αὐτῷ παραδόξως ἐξήνυσεν· ἐκφαντικώτατα δέ μοι δοκεῖ καὶ ἐκ πικρῶν νοημάτων εἰπών Πηλὸν ἐποίησε καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς. ὅμοιον γὰρ ὥσπερ ἂν εἴ τις ὑπολάβοι λέγειν αὐτόν Οἶδα μὲν αὐτὸς εἰς φθονούντων ἐρῶν ἀκοὰς, τἀληθὲς δ' οὖν ὅμως οὐκ ἀποκρύψομαι. ἀμείψομαι ταῖς εὐχαριστίαις τὸν ἐμὸν εὐεργέτην, κρείττων ἔσομαι τῆς ἀκαίρου σιγῆς· τιμήσω ταῖς ὁμολογίαις τὸν ἰατρὸν, οὐ περίεργόν μοι τὸν τῆς ἰάσεως ἐπιτηδεύσαντα τρόπον, οὐ σιδήρῳ καὶ ἀνατομαῖς τὸ πρᾶγμα κινήσαντα, οὐ φαρμάκων καρυκείαις τὸ ὠφελοῦν ἐξαρτύσαντα, οὐ μεθόδῳ χρησάμενον ἐντριβεῖ, ξέναις δὲ μᾶλλον ἐπινοίαις ἰσχύσαντα. πηλὸν ἐποίησε καὶ ἔχρισέ μου τοὺς ὀφθαλμοὺς, καὶ ἐνιψάμην, καὶ βλέπω. ἔστι δέ πως θαυμάσαι καὶ σφόδρα δικαίως τὸν ἄνθρωπον τοῖς περὶ τούτων ῥήμασι καθάπερ τινὰ κορωνίδα χρησίμως τό Βλέπω προστεθεικότα, μόνον γὰρ οὐχὶ κἀν τούτῳ φησίν Οὐ ματαίαν ἀποφανῶ τὴν τοῦ θεραπεύσαντος δύναμιν, οὐκ ἀρνήσομαι τὴν χάριν· ἔχω γὰρ ἤδη τὸ πάλαι ποθούμενον· αὐτὸς ἐγὼ, φησὶν, ὁ καὶ ἐν ὠδῖσιν τυφλὸς, ὁ ἐν ἐμβρύῳ καὶ μήτρᾳ νοσῶν, πηλῷ κατακεχρισμένος τεθεράπευμαι, καὶ βλέπω, τουτέστιν, οὐχ ἁπλῶς ἀνεῳγότα δεικνύω τὸν ὀφθαλμὸν, καλύπτων ἐν βάθει τὸν σκότον, ἀλλ' ὄντως ὁρῶ. ἔχω λοιπὸν ἐν ὄψει τὰ ἐν ψιλαῖς τοπρὶν ἀκοαῖς. ἰδοὺ λαμπρὸν ἡλίου περιαστράπτει με φῶς· ἰδοὺ ξένων θεαμάτων τὸν ἐμὸν ὀφθαλμὸν περιστοιχίζεται κάλλος. ἄρτι μόλις