Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.18
Not analysed yet
δικαίως ἤκουεν "Ὅτι τὰ σύμπαντα δοῦλα σά·" ἐπειδὴ δὲ πανταχόθεν Θεὸς ἀληθινὸς ὑπάρχων εὑρίσκεται, δῆλον δήπου πάντως ὡς οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, τουτέστι, γενητός. ὅλην γὰρ τῶν πεποιημένων τὴν φύσιν ὁ κόσμος ἡμῖν ἐν τούτῳ κατασημαίνει, τὴν ὡς ἐκ μέρους ἐπὶ τὸ σύμπαν τὸ πεποιῆσθαι νοούμενον παραπέμπων σύγκρισιν, ὥσπερ οὖν ἀμέλει πάσης ἑαυτὸν ὑπεξάγων τῆς πρὸς τὴν κτίσιν ὁμοφυΐας ἐν προφήταις ἔφη Θεός "Διότι Θεὸς ἐγώ "εἰμι καὶ οὐκ ἄνθρωπος." καὶ οὐκ ἐπείπερ ἔφη μὴ εἶναι καθ' ἡμᾶς ἄνθρωπος, διὰ τοῦτο πάντως αὐτὸν ἀγγέλοις, ἤγουν ἑτέροις τισὶ τῶν γενητῶν, συντάξομεν, ἀλλ' ἐκ μέρους ἐπὶ τὸ σύμπαν ἰόντες, ἕτερόν τι κατὰ φύσιν ὑπάρχειν ὁμολογήσομεν τὸν Θεὸν παρὰ πάντα τὰ γενητά. οὕτως οἶμαι δεῖν εὐσεβοῦντας νοεῖν τὰ παρεμπίπτοντα δυσχερῆ· "Βλέπομεν "γὰρ ἐν ἐσόπτρῳ δι' αἰνίγματος," καθάπερ ὁ Παῦλός φησιν. Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Δι' ὀλίγων ἀνατρέψας τὴν ἀβουλοτάτην τῶν ἐκεῖνα διενθυμουμένων ὑπόνοιαν, καὶ ληροῦντας ἐφ' ἑαυτῷ πάλιν ἐλέγξας, ἐπάνεισιν ὥσπερ ἐπὶ τὸν ἐξ ἀρχῆς προτεθέντα τῷ λόγῳ σκοπὸν, καὶ ἐν ὅσοις ἔσονται κακοῖς, περιπεσοῦνται δὲ τίσιν, ἀλογώτατα παρωθούμενοι τὸ πιστεύειν αὐτῷ, καὶ εἰσαῦθις ἐπαναλαβὼν ὑποφαίνει. χρῆμα δὲ διδασκάλῳ τῷ σοφῷ καὶ ἐπιεικεῖ πρεπωδέστερον ἂν εἴη καὶ τοῦτο· δεῖν γὰρ οἶμαι τὸν διδάσκοντα, μὴ ταῖς τῶν ἀκροωμένων ἀμαθίαις φιλονεικεῖν, μηδὲ τῆς εἰς αὐτοὺς φροντίδος ὀλιγωρεῖν, εἰ καὶ μὴ λίαν ἑτοίμως παραδέχοιντο τυχὸν τῶν μαθημάτων τὴν γνῶσιν, ἀλλὰ καὶ εἰσαῦθις τὰ αὐτὰ, μᾶλλον δὲ καὶ πολλάκις ἀνακυκλοῦντα λέγειν, καὶ διὰ τῶν αὐτῶν ἰέναι ῥημάτων.