Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.171
Not analysed yet
ἀληθείας ὅρων οὐκ ἀποφοιτᾷ. δείλαιοι τοιγαροῦν καὶ ἀλαζόνες οἱ Φαρισαῖοι, τοὺς μὲν ὀρθὰ καὶ φρονεῖν ἑλομένους καὶ λέγειν, παραπαίειν ἡγούμενοι, ἐπαναγκάζοντες δὲ καὶ ἃ μὴ θέμις εἰπεῖν περὶ τοῦ παραδόξως εἰς τὰ παρ' ἐλπίδα καλέσαντος τὸν ἕτοιμον μὲν εἰς εὐχαριστίας, ἐγγὺς δὲ ἤδη λαμπρᾶς ἐπιγνώσεως διὰ τοῦ παραδόξου γεγενημένον. Ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. Ὀξὺ κατὰ καρδίας δέχονται βέλος οἱ τὸν ὀρθὸν μὲν καὶ δίκαιον οὐ προσιέμενοι λόγον, μόνον δὲ τὸ τῷ φθόνῳ δοκοῦν θηρᾶσθαι σπουδάζοντες· "Οὐ γὰρ ἐπιτεύξεται δόλιος θή"ρας," κατὰ τὸ γεγραμμένον. περιτρέπεται γὰρ αὐτοῖς εἰς τὸ παρὰ γνώμην τὸ σπούδασμα, καὶ πολὺ τῆς ἐλπίδος ἐσφάλησαν ἀδοκήτως ἀκούσαντες Ὅτι προφήτης ἐστί. συμφρονεῖ γὰρ τοῖς ἄλλοις ἄριστά γε ποιῶν ὁ τεθεραπευμένος. οἱ μὲν γὰρ οὐκ ἀσυνέτως τὴν τοῦ πράγματος φύσιν διεσκεμμένοι, ἄνθρωπον ἁμαρτωλὸν μηδὲν τῶν τοιούτων δύνασθαι δρᾶν ἀποφαίνονται· ὁ δὲ ἐφ' ᾧ τὸ θαῦμα τετέλεσται, μονονουχὶ τὴν ἐν ἐκείνοις γνώμην ἰχνηλατῶν, προφήτην εἶναί φησιν, οὔπω μὲν ἀκριβῶς τίς ἐστι κατὰ ἀλήθειαν ἐκμαθὼν, τετριμμένῳ δὲ παρὰ τοῖς Ἰουδαίοις ἀκολουθήσας πράγματι. ἦν γὰρ αὐτοῖς ἐν ἔθει προφήτας ἀποκαλεῖν τοὺς τερατουργοὺς, ὡς ἐφ' ἁγιότητι μαρτυρουμένους διὰ τοῦτο παρὰ Θεοῦ. ὅνπερ οὖν τρόπον ἐκεῖνοι ποιοῦντες ὀρθῶς οὐκ αἰδοῖ τῇ περὶ τὸ σάββατον τὸ τῆς θεοσημείας ἀτιμάζουσι μέγεθος, διά τε τοῦτο καὶ ἁμαρτίας ἀνυπαίτιον παντελῶς εἶναί φασι τὸν ἐνεργήσαντα· τὸν αὐτὸν οἶμαι καὶ οὗτος τρόπον τὴν ἐπὶ τῷ σαββάτῳ σμικρολογίαν παρωσάμενος, τὴν ἐπὶ τοῖς ἀμείνοσιν ἀπονέμει δόξαν τῷ τὸ βλέπειν δωρησαμένῳ, ὃν καὶ ἐν