Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.172
Not analysed yet
τῇ τῶν ἁγίων τάξει τιθεὶς, προφήτην ἀποκαλεῖ. δοκεῖ δέ μοι λοιπὸν οὐ σφόδρα τῶν νομικῶν μεταποιεῖσθαι διαταγμάτων. οὐ γὰρ ἂν ἐθαύμασε τοσοῦτον αὐτὸν, οὐδ' ἂν ἐν προφήτου τάξει παρεδέξατο τὸν ἰατρὸν, καίτοι παραλύειν τὸν ἐπὶ τῷ σαββάτῳ δοκοῦντα θεσμόν. ὠφελημένος οὖν ἄρα τῷ θαύματι, καὶ πρὸς ἕξιν ἤδη τῆς Ἰουδαίων τὴν κρείττονα διαβεβηκὼς, τῷ θαυματουργῷ τὸ χρῆναι νικᾶν ἀπονέμει νομικὴν ἐπιτήρησιν ἀνυπαίτιον παντελῶς τὴν ἐπ' ἀγαθοῖς ποιουμένῳ παράβασιν. Οὐκ ἐπίστευσαν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι; Οὐκ ἐᾷ πιστεύεσθαι τὸ πᾶσιν ὁμολογούμενον δριμὺς ὢν ἐν αὐτοῖς ὁ κατὰ τοῦ θεραπεύσαντος φθόνος, καὶ τῷ τῆς μανίας οἴστρῳ τυραννούμενοι μικρὰ μὲν κομιδῇ τῆς ἀληθείας φροντίζουσι, ψευδηγορεῖν τε κατὰ Χριστοῦ, καὶ αὐτὸν μὲν ἐν πρώτοις ἐξεβιάζοντο τὸν τυφλὸν, οὐδὲν δὲ ἧττον νυνὶ καὶ τοὺς τεκόντας αὐτὸν εἰκαιοπονοῦντες ἁλίσκονται, πρὸς πᾶν τοὐναντίον ἐκβεβηκότος τοῦ πράγματος. περιττοτάτην δὲ σφόδρα τὴν πεῦσιν προσάγουσι τοῖς γεγεννηκόσι τὸν ἄνθρωπον, καί μοι δοκοῦσιν ἐξ ἀμέτρου δυσβουλίας καὶ τὸν δι' αἰδοῦς αὐτοῖς ὄντα καὶ σφόδρα συνηγορούμενον ἀτιμάζειν νόμον. ἦγον μὲν γὰρ οἱ γείτονες, καθὰ γέγραπται, "τόν "ποτε τυφλὸν," καὶ τοῖς ταῦτα διερωτῶσι νυνὶ παραστήσαντες πάντως δήπου καὶ ὅτι τυφλὸς ἐγεννήθη διήγγελλον, καὶ ὅτι νῦν ἀνέβλεψεν ἐμαρτύρουν. εἶτα τοῦ νόμου σαφῶς ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων ἀληθὲς εἶναι πᾶν