Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.180
Not analysed yet
ὥσπερ τὴν νοητὴν, τὸν διὰ τοῦ Πνεύματος λέγω φωτισμὸν, εἰσοικίζεται πρὸς τὸ εἴσω τε καὶ ἐν καρδίᾳ λαμβάνει. ἄκουε γὰρ ὅπως ταῖς τῶν ἡγουμένων βδελυρίαις ἐκ πολλῆς ἄγαν τῆς εἰς Χριστὸν ἀγάπης ἀντιστατεῖ, καὶ μονονουχὶ μεθύουσί τε καὶ διαῤῥιπτουμένοις εὐφυῶς ἐπιπλήττει, αἰδοῖ δὲ συμμέτρῳ συνυφήνας τὸν λόγον, καὶ τῇ τάξει τῆς ἡγεμονίας ἀναθεὶς τὸ χρεωστούμενον, ἐν ἤθει φησίν Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· καὶ οὐ διὰ τοῦτό φαμεν ἠγνοηκέναι τὸν ἄνθρωπον, ὡς οὐκ ἦν ἁμαρτωλὸς ὁ Χριστὸς, οἰησόμεθα. δέ πως αὐτὸν τοιαῦτά τινα πρὸς ἐκείνους ἀναφωνεῖν. λεγέτω γὰρ οὕτω τυχόν Στέργειν ἃ μὴ χρῆν ἀβουλήτως ἀναγκαζόμενος οὐκ ἀνέξομαι συκοφαντεῖν τὸν ἐμὸν εὐεργέτην, οὐ συνδιακείσομαι τοῖς ἀτιμάζειν ἐθέλουσι τὸν ᾧ πᾶσα χρεωστεῖται τιμή. ἁμαρτωλὸν οὐκ· ἐρῶ τὸν οὕτω θαυματουργὸν, πονηρὰν οὐκ ἐποίσω ψῆφον τῷ δρᾶν ἰσχύοντι τὰ Θεοῦ, οὐκ ἐᾷ με τοῖς παρ' ὑμῶν συγκατανεῦσαι λόγοις ἐν ἐμοὶ τὸ θαῦμα βλεπόμενον· τυφλὸς ἤμην καὶ βλέπω, οὐχ ἑτέρου λέγοντος τὰ ἐκείνου πεπίστευκα, οὐχ ἁπλῶς ὀθνείοις συναρπάζομαι διηγήμασιν, οὐ τὰ ἐφ' ἑτέροις ἔπεισί μοι θαυμάζειν κατορθώματα. αὐτὸς ἐγὼ, φησὶ τῆς ἐκείνου δυνάμεως ἡ ἐπίδειξις, ἕστηκα βλέπων ὁ πάλαι τυφλὸς, εἰκὼν ὥσπερ τις τῆς ἐκείνου φιλανθρωπίας τὸ κάλλος ὑποδεικνύουσα, καὶ τῆς θεοπρεποῦς ἐξουσίας τὸ μέγεθος ἐξαστράπτουσα. τοιοῦτόν τινα νοῦν ἐφηρμόσθαι προσήκειν ὑπολαμβάνω τοῖς τοῦ ἀναβλέψαντος λόγοις. τὸ γὰρ εἰπεῖν μέν Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα, παραχρῆμα δὲ τοῦτο συνείραι τό Ἓν οἶδα ὅτι τυφλὸς ἤμην καὶ ἄρτι βλέπω, οὐχ ἁπλῆς τινος θεωρίας, ἀλλὰ καὶ σφόδρα σοφῆς ὑπόνοιαν εἰσφέρει.