Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.19
Not analysed yet
ἐπείτοι καὶ ὁ τληπαθὴς ἀροτρεὺς ἀνατεμὼν ἔσθ' ὅτε τὴν ἄρουραν, καὶ πόνους ἐν αὐτῇ διηντληκὼς οὐ βραχεῖς, καὶ τὸν σπόρον ἐγκαταχώσας τοῖς αὔλαξιν, ἂν ἴδῃ διεφθαρμένον, παλινδρομεῖ πρὸς ἄροτρον, καὶ τοῖς ἤδη κατεφθαρμένοις ἐπισπείρειν οὐ κατοκνεῖ. διημαρτηκὼς γὰρ ἐν ἀρχῇ τοῦ σκοποῦ πάθοι ἂν οὐ πάντως ἐν γοῦν τοῖς δευτέροις τὰ παραπλήσια. τοιαύτην ἐπασκήσας τὴν ἕξιν καὶ ὁ θεσπέσιος Παῦλός που φησίν "Τὰ αὐτὰ λέγειν ὑμῖν ἐμοὶ μὲν οὐκ "ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές." ὁρᾷς ὅπως ὄκνου κρείττων ὁ διδάσκων εὑρίσκεται, τότε τοῖς ἀκροωμένοις τὸ ἐν ἀσφαλεῖ τῶν ἐπιτηδευμάτων γενέσθαι πολλάκις ἀκολουθεῖ; χρησίμως τοιγαροῦν τὸν πρὸς Ἰουδαίους ἀναμηρυσάμενος λόγον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐκ ἐν τοῖς τυχοῦσιν ἔσεσθαι τοῦ μὴ πιστεύειν αὐτῷ τὴν ζημίαν διισχυρίζεται· δεῖν γὰρ πάντως ἐν ἁμαρτίαις ἀποθανεῖν τοὺς ἀπειθοῦντάς φησι, τὸ δὲ τεθνάναι πεφορτισμένον τοῖς πλημμελήμασιν, ὅτι φλογὶ τῇ παμφάγῳ παραδώσει τὴν τοῦ ἀνθρώπου ψυχὴν, οὐκ ἀμφίλογον. Ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἀκριβέστερον εἰσηγεῖται τὰ συμφέροντα, καὶ φανότατον τῆς σωτηρίας καθιστὰς τὸν τρόπον ὑποδεικνύει λοιπὸν διὰ ποίας ἰόντες ὁδοῦ πρὸς τὴν τῶν ἁγίων ἀναβήσονται ζωὴν, καὶ εἰς τὴν ἄνω γενήσονται πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλήμ. καὶ οὐ μόνον ὅτι προσήκει πιστεῦσαί φησιν, ἀλλ' ὅτι καὶ εἰς αὐτὸν τοῦτο γενέσθαι δεήσει διισχυρίζεται. δικαιούμεθα γὰρ πιστεύοντες εἰς αὐτὸν ὡς εἰς Θεὸν ἐκ Θεοῦ, ὡς εἰς Σωτῆρα καὶ λυτρωτὴν καὶ βασιλέα τῶν ὅλων καὶ Κύριον