Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.181
Not analysed yet
Εἶπον οὖν αὐτῷ πάλιν Τί ἐποίησέ σοι; πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; Φιλοπευστοῦσι πάλιν καὶ τὸν τῆς θεοσημίας διερευνῶσι τρόπον, οὐκ ἐκ φρενὸς ἀγαθῆς ἢ χρηστομαθείας τὸ πρᾶγμα ποιούμενοι, ἀλλὰ καίτοι ζημίας ἁπάσης αἰσχίονα, καὶ παντὸς κακοῦ ἐπέκεινα τιθέντες καὶ λογιζόμενοι τὸ ὑπό του τῶν ὄντων εὐφημεῖσθαι Χριστὸν, ταῦτα πάντα πάλιν ἀνασκαλεύουσιν, οἰόμενοί πως τὸν ἄνθρωπον οὐ ταυτολογήσειν ἔτι, διαπεσεῖν δέ πως περὶ τοῦ πράγματος ἐξήγησιν, καί τι τοῖς πρότερον ἐναντίως ἔχον ἐρεῖν, ἵνα τῆς διαφωνίας ἐπιδραξάμενοι, πεπλασμένον τινὰ καὶ ψεύστην αὐτὸν ἀποφήνειαν. διελογίζοντο γὰρ οἱ ἐπὶ πολλῇ σφόδρα συνέσει κατωφρυωμένοι ἐν ψιλαῖς τοῦ ἀνθρώπου φωναῖς τὴν τοῦ παραδόξου σώζεσθαι δύναμιν, καὶ οὐχὶ μᾶλλον ἐν τῷ πεπράχθαι διαφαίνεσθαι. οἶμαι δέ τι καὶ τοιοῦτον αὐτοὺς ὑπομεῖναι πάλιν οἱ μισεῖν ἀδίκως οὐ καταναρκῶντές τινας, ὅταν ἐκπύθωνταί τι τῶν αὐτοῖς δεδραμένων, εἶτα τοῦτο μὴ δικαίως πεπράχθαι δοκῇ, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις αὐτὸ παρὰ τῶν ἐξηγουμένων ἐπαΐειν ἐθέλουσιν, ἀκονῶντες ὥσπερ εἰς ὀξυτέραν κίνησιν βραδύνοντά πως τὸν ἐπ' ἐκείνῳ θυμόν. δυσωπεῖ γὰρ ἀεὶ τὸ συνειδὸς ἐξελέγχον τὰ ἐν ἡμῖν, καὶ τῆς ἀδικίας κατηγορῶν οὐ παύεται, κἂν ἐκ προσπαθείας ἡδὺ φαίνηταί πως τὸ ἀδικεῖν. ἀνακινοῦσι τοίνυν, καὶ οὐχ ἑκόντα παροτρύνουσιν εἰς τὸ καὶ εἰσαῦθις ἀνακυκλοῦντα αὐτὸν καὶ διὰ τῶν αὐτῶν ἔρχεσθαι λόγων τὸν τεθεραπευμένον, μονονουχὶ διανεύοντες ἀλλήλοις καὶ λίαν ἐπιτηρεῖν διακελευόμενοι εἰ