Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.187
Not analysed yet
εὐλόγως ἤδη φαμὲν ὅτι τὸν θεῖον οὐ τετήρηκε νόμον. οὐκοῦν ὅτε λέγουσι περὶ Χριστοῦ, τό Οὐκ οἴδαμεν πόθεν ἐστὶν, οὐχ ὡς ἀγνοοῦντες τὸ τίς ἢ πόθεν ἐστὶ τὰ τοιαῦτά φασιν, ἁλίσκονται γὰρ ἑτέρωθεν διαῤῥήδην ὁμολογήσαντες εἰδέναι τὰ ἐπ' αὐτῷ. "Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς "τὸν πατέρα καὶ τὴν μητέρα οἴδαμεν; πῶς οὖν λέγει ὅτι "ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;" οὐχ ὡς ἀγνοίας οὖν ἄρα σημαντικὸν ἐκδεξώμεθα τό Οὐκ οἴδαμεν τοῦτον πόθεν ἐστὶν, ἀλλὰ τῆς ἐνούσης αὐτοῖς ἀλαζονείας καρπὸν ἐπαθρήσομεν. περιπτύοντες γὰρ τὰς ἑαυτῶν κεφαλὰς, καὶ ἐν τῷ μηδενὶ τὸ παράπαν λογιζόμενοι, τὴν τοιαύτην ἐπ' αὐτῷ λέγουσι φωνήν. εἰκὸς δὲ δήπου κἀκεῖνο βούλεσθαι δηλοῦν· ἀναπείθει γάρ πως ἡμᾶς τὸ τοῖς θεωρήμασι πρέπον καὶ εἰς λεπτοτέραν ἰέναι βάσανον· οἴδαμεν, φησὶν, ὅτι Μωυσῇ λελάληκεν ὁ Θεὸς, πιστεύσωμεν οὖν ἄρα καὶ ἀμελλητὶ τοῖς δι' αὐτοῦ, καὶ τηρήσωμεν τὰ θεόθεν διεσταλμένα· τοῦτον δὲ οὐκ οἴδαμεν, οὐ γὰρ λελάληκε πρὸς αὐτὸν ὁ Θεὸς, οὐδέ τι τοιοῦτον ἐπ' αὐτῷ διεγνώκαμεν. ἀλλ' ἔδει τοὺς Φαρισαίους, καίτοι δοκησισοφεῖν εἰθισμένους, καὶ πολὺ τῇ γνώσει τῶν θείων ἐπαυχοῦντας λόγων, ἐκεῖνο λογίζεσθαι, ὅτι διὰ τοῦ πανσόφου Μωυσέως προκηρύττων ὡς ἥξοντα κατὰ καιρὸν τὸν Ἰησοῦν ὁ Θεὸς καὶ Πατὴρ οὕτω φησί "Προφήτην ἀναστήσω αὐτοῖς "ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε, καὶ δώσω τὸ ῥῆμά μου "ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν "ἐντέλλωμαι αὐτῷ. καὶ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ ὅσα "ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ "ἐκδικήσω ἐξ αὐτοῦ." καίτοι φήσειεν ἄν τις τοῖς Ἰουδαίοις εὐλόγως ἐπιφυόμενος Ὦ μόνον εἰδότες τὸ ἀπειθεῖν, εἰ τοῖς τοῦ Μωυσέως λόγοις καταπείθεσθε προαλέστερον, ἐπείπερ