Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.188
Not analysed yet
αὐτῷ λελάληκεν ὁ Θεὸς, πῶς οὐκ ἐχρῆν τοῦτο δρᾶν καὶ ἐπὶ Χριστῷ, καίτοι διαῤῥήδην ἀνακεκραγότος ἀκούοντες "Τὰ "ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός "με Πατρός·" καὶ πάλιν "Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ "πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ "τί λαλήσω;" πρόφασις οὖν ἄρα καὶ λογισμῶν εἰκαίων εὑρήματα τῶν Φαρισαίων οἱ λόγοι. εἰ γὰρ διὰ τοῦτό φασι Μωυσεῖ μᾶλλον ἕπεσθαι δεῖν, ἐπείπερ αὐτῷ λελάληκεν ὁ Θεὸς, τί μὴ ταῦτα φρονοῦσιν ἐπὶ Χριστῷ, καίτοι λέγοντι σαφῶς ἅπερ ἀρτίως εἰρήκαμεν; ἀλλ' ἐν μέρει τιμῶντες τὸν νόμον, καὶ σεπτὸν ἡγεῖσθαι προσποιούμενοι τὸ δοκοῦν τῷ Θεῷ, πλήττουσιν ἑτέρως χειρόνως ἀτιμάζοντες διὰ τοῦ μὴ παραδέχεσθαι θέλειν τὸ καιριώτερον κήρυγμα· τοῦτο δὲ ἦν τὸ ἐπὶ Χριστῷ διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν ὡς ἐν προφήτου τάξει κατηγγελμένον. Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. Καταπέπληγμαι, φησὶ, καὶ σφόδρα καλῶς εἰ τὸν ἐν ἁγιότητι τοσαύτῃ καὶ θεοπρεπεῖ δυναστείᾳ δι' ὧν εἴργασται μαρτυρούμενον ἠγνοηκέναι φατὲ, καὶ τὸ προσεδρεύειν ἀπερισπάστως τῷ Θεῷ νομιζόμενοι, καὶ νόμου προεστηκότες, καὶ ταῖς ἱεραῖς ἐντρυφῶντες συλλαβαῖς, καὶ λαχόντες ἡγεμονίαν ἢ καὶ μάλιστα τὸ ἀγαθοὺς εἰδέναι φροντιστάς. τίνι γὰρ ἂν καὶ πρέποι τὸ εἰδέναι καλῶς τοὺς τερατουργοῦντας διὰ Θεοῦ, εἰ μὴ τοῖς καὶ ἱερᾶσθαι προστεταγμένοις, καὶ οἷς εἰς φροντίδα τὸ σεπτὸν ἀπενεμήθη μυστήριον; καταπλήττεσθαι δὲ λέγων ὡς ἠγνοηκότας κομιδῇ τὸν οὕτως ἀξιάγαστον καὶ ξένην εἰς αὐτὸν ἐπιτελέσαντα τὴν θεοσημίαν, ὑποπλήττει