Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.189
Not analysed yet
λεληθότως, ὅτι τοσοῦτον ἀφεστᾶσιν ἁγιασμοῦ, καὶ τῆς εἰς εὐσέβειαν ἐπιεικείας, ὡς καὶ ἀναισχύντως ὁμολογεῖν μηδὲ εἰδέναι παντελῶς τὸν ἀληθῶς ἅγιον, τουτέστι Χριστόν. Ἵνα γὰρ τὸν καθ' ἡμᾶς γυμνάσωμεν λόγον· εἰ ἀληθὲς τοῦτό που καλῶς εἰρημένον, ὅτι "Πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον "αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ·" πῶς εἴπερ ἦσαν ἅγιοί τε καὶ ἀγαθοὶ, τὸ κολλᾶσθαι φιλεῖν ἀπετρέποντο τῷ ἁγίῳ καὶ ἀγαθῷ; ἔλεγχον οὖν ἄρα τῆς τῶν Φαρισαίων ἐναγοῦς πολιτείας, ἤτοι διαγωγῆς, ὠδίνει τὸ εἰρημένον. οἶμαι δέ τι καὶ ἕτερον ἐπὶ τούτῳ παραδηλοῦν. δεῖν γὰρ οἶμαι τοῖς θεωρήμασι φιλεργὸν ἐπάγοντα τὴν διάνοιαν, τὸ ἐν ἑκάστῳ κεκρύφθαι δοκοῦν ὀξυωπέστερον καθορᾶν. τί τοίνυν ἐστὶ τοῦτο; πολὺς μὲν ἅπασαν τὴν Ἰουδαίαν περιηχεῖτο λόγος περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, πλὴν ὡς περὶ προφήτου. οὕτω γὰρ ὁ νόμος αὐτὸν ἥξειν προεχρησμῴδησε "Προφήτην λέγων ἀνατήσει Κύριος ὁ "Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν·" εἶχον γεμὴν ἐν ἐλπίσιν ὡς ἀναδειχθεὶς κατὰ καιρὸν τὸν οἰκεῖον τὰ ὑπὲρ τὸν νόμον αὐτοῖς διαλεχθήσεται, καὶ τὴν ἀληθεστέραν τοῦ νομοθέτου βούλησιν εὖ μάλα διεξιὼν μεταπαιδεύσει τὰ πρεπωδέστερα. καὶ μὴ θαυμάσῃς εἰ παρὰ τοῖς Ἰουδαίοις ἐλπὶς ἦν καὶ λόγος τοιοῦτος, ὅπου καὶ παρὰ τοῖς ἀλλογενέσι ταὐτόθρους διέσπαρτο λόγος. καὶ γοῦν ἡ Σαμαρεῖτις ἐκείνη γυνή "Οἴδαμεν "ὅτι Μεσίας ἔρχεται, ὁ λεγόμενος Χριστὸς, ὅταν ἔλθῃ "ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα." ᾔδεσαν τοιγαροῦν οἱ Ἰουδαῖοι, καὶ μάλα σαφῶς, ὅτι καὶ ἥξει Χριστός· τοῦτο γὰρ ὁ Μεσίας δηλοῖ· καὶ βούλησιν αὐτοῖς τὴν ἀμείνω διερμηνεύσει Θεοῦ, πρὸς δέ γε τούτοις ὅτι καὶ ὀφθαλμοὺς ἀνοίξει τυφλῶν διωμολόγητο παρὰ τοῦ Ἡσαΐου φάσκοντος ἐναργῶς,