Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.190
Not analysed yet
ὅτι "Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν·" ἀλλὰ καὶ ἕτερός τις τὴν Ἱερουσαλὴμ περιεφοίτα λόγος, ἐπειδήπερ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἄῤῥητον τόκον ἄγνωστον εἶναι πάντως φησὶν ὁ προφήτης Ἡσαΐας λέγων "Τὴν γενεὰν αὐτοῦ τίς "διηγήσεται;" πάλιν Ἰουδαῖοι πρὸς ἰδίας παρατρέποντες ἐννοίας τῶν εἰρημένων τὴν δύναμιν, ἀγνοηθήσεσθαι παντελῶς τὸν Χριστὸν ὑπετόπησαν, οὐδενὸς τὸ παράπαν εἰδότος πόθεν ἐστὶ, καίτοι τῆς θείας γραφῆς φανοτάτην αὐτοῦ τὴν κατὰ σάρκα γέννησιν καθιστώσης ἡμῖν, διά τε τοῦτο βοώσης "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν." ὅτι δὲ πάλιν ἀχειραγώγητος εἰς τὴν τῶν ἀναγκαίων κατάληψιν τῶν Ἰουδαίων ὑπάρχων ὁ νοῦς, ἀγνοήσεσθαι τὸν Χριστὸν ὑπελάμβανον, οὐ χαλεπὸν οὖν ἰδεῖν, ἐξ ὧν ὁ μακάριος Εὐαγγελιστὴς Ἰωάννης Ἱεροσολυμίταις ἐπ' αὐτῷ φάναι διισχυρίσατο. "Ἔλεγον γάρ τινες τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός "ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, "καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ "ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός; ἀλλὰ τοῦτον "οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς "γινώσκει πόθεν ἐστίν." Οὐκοῦν τὰ τοιαῦτα δογματιζόντων ἀσυνέτως ἐπὶ Χριστῷ τῶν Ἰουδαίων, ἐννοίας ἤδη τὰς ἐπ' αὐτῷ λαμβάνει γοργῶς ὁ ποτὲ τυφλὸς ἀπὸ τοῦ θαύματος, μόνον δὲ οὐχὶ καὶ ἁρπάζει πρὸς βεβαίωσιν τῶν οἰκείων διαλογισμῶν τῶν Φαρισαίων τὸ ῥῆμα. ἐν τούτῳ γάρ φησίν ἐστι τὸ παράδοξον, ὅτι οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. δύο, φησὶν, ἔχω σημεῖα, καὶ μάλα σαφῆ, τοῦ αὐτὸν εἶναι τὸν Χριστόν. οὔτε γὰρ οἴδατε πόθεν ἐστὶν, ἀλλὰ καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. αὐτὸς οὖν ἄρα οὗτος σαφῶς ὁ διὰ νόμου προβοώμενος, καὶ διὰ φωνῆς προφητῶν μαρτυρούμενος.