Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.20
Not analysed yet
ἀληθῶς. ἀπολεῖσθε τοιγαροῦν οὐ πιστεύοντες, φησὶν, ὅτι ἐγώ εἰμι. τὸ δέ Ἐγὼ περὶ οὗ, φησὶν, ἐν προφήταις γέγραπται "Φωτίζου φωτίζου Ἱερουσαλὴμ, ἥκει γὰρ τὸ φῶς σου, καὶ "ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν." ἐγὼ γάρ εἰμί φησιν, ὁ πάλαι πρὸς ἀπόστασιν τῶν ἐν ψυχῇ νοσημάτων βαδίσαι κελεύων, καὶ τὴν ἐξ ἀγάπης θεραπείαν ὑπισχνούμενος διὰ τοῦ λέγειν "Ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι "τὰ συντρίμματα ὑμῶν." ἐγώ εἰμι ὁ τὴν θεοπρεπῆ ἐν σοὶ καὶ πάλαι χρηστότητα καὶ ἀσύγκριτον ἀνεξικακίαν χαριεῖσθαι δὴ εἰπὼν, διά τε τοῦτο βοῶν "Ἐγώ εἰμι ἐγώ εἰμι ὁ "ἐξαλείφων τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι." ἐγώ εἰμι, φησὶν, ὁ καὶ διὰ τοῦ προφήτου Ἡσαΐου λέγων "Λούσασθε, καθαροὶ γενέσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ "τῶν καρδιῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύ"σασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, καὶ δεῦτε καὶ διαλεχθῶμεν "λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, "ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡσεὶ κόκκινον, ὡς ἔριον "λευκανῶ." ἐγώ φησίν εἰμι, περὶ οὗ πάλιν αὐτός που φησὶν ὁ προφήτης Ἡσαΐας "Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγ"γελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνὴν ὁ εὐαγγελι"ζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς "ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων "μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον "ἐνώπιον αὐτοῦ. ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ "τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας "παρακαλέσει." καὶ πάλιν "Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ "τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται, τότε ἁλεῖται ὡς "ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων." ἐγώ εἰμί φησι, περὶ οὗ πάλιν γέγραπται ὅτι "Ἐξαίφνης