Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.191
Not analysed yet
Οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Προεντρυφήσας τρόπον τινὰ τοῖς διὰ τῶν προφητῶν καὶ νόμου κηρύγμασιν, ὥσπερ ἤδη τετελειωμένοις ἐν τῷ καὶ ἠγνοῆσθαι πόθεν ἐστὶν ὁ Χριστὸς καὶ ἀνοιχθῆναι ὀφθαλμοὺς τυφλῶν, πανταχόθεν ἑαυτῷ τὰ εἰς πίστιν ἐρανιζόμενος βοηθήματα, προσεπινοεῖ τι καὶ ἕτερον. ἐξ ἀναγκαίων γὰρ καὶ ὁμολογουμένων ἐννοιῶν ἐπὶ τὴν τοῦ χρησίμου καὶ τοῦ πρέποντος ζήτησιν ἰέναι σχηματίζεται, καὶ συλλογισμὸν ὥσπερ τινὰ συνάγει θεοφιλῆ· φιλαμαρτημόνων μὲν γὰρ οὐκ ἀκοῦσαι πώποτε τὸν φιλοδίκαιόν τε καὶ φιλάρετον Θεὸν, ἄριστά γε φρονῶν καὶ διισχυρίζεται, καὶ τοῦτο ἐν τάξει τῶν ἀνενδοιάστως ὁμολογουμένων τιθεὶς, ἀντιπαρεισάγει τὸ ἐναντίον ὡς ἀληθὲς, ὡς μηδαμόθεν ἀντιλεγόμενον, φημὶ δὴ τῷ πάντη τε καὶ πάντως ὑπακούειν τῶν θεοσεβεῖν εἰωθότων τὸν ἁπάντων Κύριον. καὶ ὁ μὲν τοῦ συμπεράσματος σκοπὸς εἰς μόνον ὁρᾷ τὸν Χριστὸν, πεποίηται δέ πως ἐπὶ τὸ γενικώτερον καὶ καθολικὴν ἔχει τὴν δήλωσιν. ὡς γὰρ ἤδη φθάσας ἐμήνυσα, χθαμαλωτέραν ἔχει τὴν ἐπὶ Χριστῷ διάληψιν ὁ ποτὲ τυφλὸς, οὔπω δὲ ὄντα κατὰ φύσιν Θεὸν ἀκριβῶς ἐκμαθὼν, ὡς περὶ προφήτου διανοεῖται καὶ λαλεῖ, ἐφ' οὗπερ ἂν ἀκατηγορήτως τάττοιτο τὸ θεοσεβεῖν· Χριστῷ δὲ οὐδαμόθεν ἁρμόσει· Θεὸς γάρ ἐστι κατὰ φύσιν, τὴν ἐκ τῶν θεοσεβούντων λατρείαν, ὡς ἐν τάξει θυσίας πνευματικῆς προσδεχόμενος.