Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.192
Not analysed yet
Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Καταδηχθεὶς ὡς ἔοικεν οὐ μικρῶς, ἐπαλγήσας δὲ ὥσπερ ταῖς ἐπὶ Χριστῷ λοιδορίαις καὶ ἀφορήτως λελυπημένος, ἐπείπερ ὡς ὀνειδίζοντες ἔφασαν "Σὺ μαθητὴς εἶ ἐκείνου, "ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταὶ," συναγορεύειν ἐπείγεται τῷ οἰκείῳ καθηγητῇ, καὶ ἀντιπαρεξάγει τρόπον τινὰ τοῖς διὰ Μωυσέως τετελεσμένοις τὰ λαμπρὰ τοῦ Σωτῆρος ἡμῶν κατορθώματα, ὅσῳ μείζων ἐστὶν εἰς τερατουργίαν, τοσούτῳ δεικνὺς ἐν ἀμείνοσιν. ἢ γὰρ οὐκ ἀνάγκη τὸν τοῦ μείζονος ἀποτελεστὴν εἶναι δὴ πάντως καὶ κατὰ τὴν δόξαν ὑπερφερῆ; ἀλλ' ἔστιν οὐκ ἀμφίβολον. ὁμοῦ δὲ ὡς εἰκὸς δηλοῖ τι τοιοῦτον, ἀρχαιοτάτης μὲν προᾳδούσης προφητείας, ἐχούσης δὲ ὧδε περὶ τῆς Χριστοῦ παρουσίας "Τότε," φησὶν, "ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν," οὐδεὶς μέν πω πρότερον τοιοῦτόν τι δεδρακὼς ἐθαυμάσθη, πεπλήρωται δὲ διὰ τούτου καὶ μόνου ὃν ὑμεῖς οὐκ οἶδ' ὅπως, φησὶν, ἁμαρτωλὸν ἀποκαλεῖν οὐ κατεναρκήσατε. καίτοι πολὺς μὲν ἁγίων προφητῶν ἀνεδείχθη χορὸς, οὐκ εὐαρίθμητοι δὲ δικαίων ἐμοὶ διὰ τῶν ἱερῶν φέρονται γραμμάτων, ἀλλ' Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. οὐχ οὗτος οὖν ἀρά ἐστιν ὁ Χριστὸς ὁ πέρας ἐπενεγκὼν τοῖς τῶν προφητῶν μηνύμασιν, ὁ πρὸς τέλος διεξαγαγὼν τὰ πάλαι διηγγελμένα; εἰ γὰρ οὐδείς τις παρ' αὐτὸν ἀνοίγει ἕτερος τυφλῶν ὀφθαλμοὺς, τί λοιπὸν ἀντιστατήσει τῇ πίστει· τί δὲ ἀνατρέψει τὴν ἐπ' αὐτῷ συναίνεσιν; ἢ πῶς οὐ παντὸς ἐνδοιασμοῦ γεγονότος ἐκποδὼν, διὰ λειοτάτης ὥσπερ δραμεῖται τῆς ὁδοῦ τῆς ἐπ' αὐτῷ γνώσεως τὸ μυστήριον;