Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.193
Not analysed yet
Συναγορεύει τοιγαροῦν τῷ Σωτῆρι Χριστῷ καὶ διὰ τούτων ὁ τεθεραπευμένος. βλέπε δὲ ὅπως εὐφυῶς τὸν τῆς συνηγορίας ἐξυφαίνει λόγον. ἦν μὲν γὰρ ὄντως ἐλευθέρας παντελῶς παῤῥησίας εἰπεῖν, ὅτι καὶ Μωυσέως καὶ προφητῶν ἀμείνων τε καὶ διαφανέστερός ἐστιν ὁ Χριστὸς, ἀλλ' ἦν οὐκ ἀπεικὸς ἐννοεῖν ἀλύοντας ἐπὶ τούτῳ τοὺς Φαρισαίους τὸ μὲν ἐπαγωνίζεσθαι τοῖς ἁγίοις ὡς ὑβρισμένοις προσποιεῖσθαι πανούργως, εὐαφόρμως δὲ ἤδη καὶ κολάζειν ἐπιχειρῆσαι τὸν ἄνθρωπον, ἵνα μὴ ζῶν καὶ ὁρώμενος ὑπόμνημα τῆς Χριστοῦ φαίνοιτο δόξης, καὶ εἰκὼν ὥσπερ τις τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας· διὰ τοῦτο καὶ τὴν ἐντεῦθεν ὑπεκνεύων ὀργὴν, καὶ ταῖς ἐκείνων μιαιφονίαις ἀποκλείων τὴν εἰς τὸ πρόσω πάροδον, ἐπὶ τὸ καθόλου καὶ ἀσημότερον παρατρέπει τοῦ λόγου τὸν σκοπὸν, Ἐκ τοῦ αἰῶνος ὑπὸ μηδενὸς τὸ παράπαν γεγενῆσθαι λέγων ὅπερ εἴργασται Χριστὸς ἐπ' αὐτῷ. τοῦτο δὲ ἦν ἕτερον ὑποδεικνύοντος οὐδὲν, ἢ ὅτι μείζων ἁπάντων καὶ ἐπιδοξότερος ὁ Χριστὸς, ὁ τοιαύτην ἐνοῦσαν αὐτῷ τήν τε δύναμιν καὶ ἐξουσίαν διὰ πραγμάτων ἐπιδεικνὺς, ἣν πεφόρηκεν οὐδεὶς τῶν ἁγίων πώποτε. καταστέφει τοιγαροῦν τὸν οἰκεῖον ἰατρὸν τῇ κατὰ πάντων ὑπεροχῇ, λαβὼν εἰς ἀπόδειξιν τὸ τοῖς ἑτέροις ἀνήνυτόν τε καὶ ἀνεπιχείρητον θαῦμα, τοῦτο δὲ ἦν ἡ τυφλότητος ἀνατροπή. Εἰ μὴ ἦν. οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Ὀξυωπέστερος εἰς ἀλήθειαν τῶν διὰ νόμου πεπαιδευμένων ὁ ἄρτι βλέπων, καὶ τῆς ἀρχαίας τυφλότητος παραδόξως ἀπηλλαγμένος· ἰδοὺ γὰρ ἰδοὺ πολλοῖς ἄγαν καὶ