Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.194
Not analysed yet
σοφοῖς ἀποκέχρηται λόγοις κιβδηλοτάτην ἐπιδεικνὺς τῶν Φαρισαίων τὴν γνώμην. ἐπειδὴ γὰρ ἔφασαν ἀνοήτως περὶ Χριστοῦ, ὅτι "Τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστὶν," ἐξελέγχει πάλιν εὐτόνως, ὡς φρονοῦντας πλημμελῶς, ὅτε τὸ παράπαν οὐκ εἰδέναι φασὶ τὸν οὕτω θαυματουργὸν, προδήλου πᾶσιν ὑπάρχοντος ὡς ἀμήχανόν τι δρᾶν τῶν διὰ θείας ἐνεργείας ἀποτελουμένων τὸν οὐκ ὄντα παρὰ Θεοῦ. ἐνεργεῖ γὰρ διὰ μόνων ἁγίων τὰ τοιαῦτα Θεός· ἀλλοτρίῳ δὲ καὶ οὔπω βεβηκότι τὴν εἰς αὐτὸν εὐσέβειαν οὐκ ἂν ἐπιδοίη ποτὲ τὸ δύνασθαι τοιαύταις ἐναβρύνεσθαι δόξαις. ἐπεὶ λεγέτω παρελθὼν ὁ παραπλὴξ Φαρισαῖος, τίς ἐστι λοιπὸν ἡ διαφορὰ παρὰ Θεῷ ἁγίου καὶ βεβήλου, δικαίου καὶ ἁμαρτωλοῦ, ἀνοσίου καὶ θεοφιλοῦς. εἰ γὰρ ἐφεῖται διὰ τῶν ἴσων ἀπαραποιήτως διαλάμπειν ἑκάτερον, οὐδὲν ἔτι τὸ μεσολαβοῦν, πάντα δὲ ἤδη συγκέχυται, καὶ τὸ γεγραμμένον εὐλόγως ἐροῦμεν "Τί ἱκανῶς δουλεύσομεν αὐτῷ, ἢ τίς ὠφέλεια ὅτι "ἀπαντήσομεν αὐτῷ;" εἰ γὰρ καθάπερ ἔφη τις τῶν παρ' Ἕλλησι ποιητῶν Ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι, καὶ ἐν ἴσῃ τιμῇ κακός τε καὶ ἀγαθὸς, πῶς οὐκ εἰκαῖον τὸ πικρῶν ἀποπειρᾶσθαι πόνων διὰ τὴν ἀρετήν; ἀλλ' οὐχ οὕτω ταῦτ' ἔχειν λογιούμεθα· πόθεν; "Τοὺς γὰρ δοξάζοντάς "με, φησὶν ὁ Θεὸς, δοξάσω, καὶ ὁ ἐξουδενῶν με ἐξουδενω"θήσεται." Ἐροίμην δ' ἂν ἔγωγε τοὺς οἰησίφρονας Φαρισαίους, εἰ ἀδιακρίτως καὶ διὰ τῶν ἁμαρτωλῶν ἐνεργεῖ τὰ τοιαῦτα Θεὸς, τί μὴ ταὐτὰ τῷ μεγάλῳ Μωυσεῖ δεδράκασι κατὰ τὴν