Ancient Greek
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.195
Not analysed yet
Αἰγυπτίων οἱ μάγοι; διὰ τί μὴ διὰ τῶν ἴσων ἰόντες θαυμάτων τὴν αὐτὴν ἐκείνῳ δόξαν ἀπηνέγκαντο; ἀλλ' ἐρεῖς ὅτι γέγονε μὲν ὄφις πεσοῦσα πρὸς γῆν ῥάβδος ἡ Μωυσαϊκὴ, γεγόνασι δὲ οὐδὲν ἧττον καὶ αἱ τῶν μάγων. ἀντακούσῃ παρ' ἡμῶν ὡς αἱ μὲν ἐκείνων οὐκ εἰς ὄφιν μεταπεποίηντο, ἀλλ' ἦν ἀπάτη καὶ φάντασμα τῆς ἀνθρωπίνης ὄψεως παρακλέπτον τὴν ἀκρίβειαν, καὶ τέχνη τις ἦν μαγικὴ τὴν ῥάβδον ὡς ὄφιν ἐπιδεικνύουσα· ἡ δὲ Μωυσέως ἀληθῶς εἰς ὄφιν μετεσκευάζετο, καὶ εἰς τὴν τοῦ θηρίου μετεπήδα φύσιν. ἀπὸ δὲ τῆς διαφορᾶς τῆς τοῖς ἱεροῖς ἐντεθείσης γράμμασιν, ἀληθὲς κατόψει τὸ εἰρημένον. κατέφαγε γὰρ ἡ Μωυσέως τὰς ἐκείνων ῥάβδους· ἐπειδὴ γὰρ αἱ μὲν ἐν ψιλοῖς ἦσαν τῶν ὄφεων σχήμασιν, ἡ δὲ ἀληθῶς τε καὶ φυσικῶς τοῦτο ἦν ὅπερ ἐφαίνετο, παρεκομίσθη καὶ εἰς ὀργὴν, ἵνα ζῷον φαίνηται, καὶ ῥάβδος οὐκέτι, καταδάκνει δὲ καὶ ὑπὲρ δύναμιν ὄφεως ἀφάτῳ δυνάμει, καὶ τὸ οὕτω χαλεπὸν ἐξευμαρίζοντος τοῦ Θεοῦ. λεγέτω δέ μοι πάλιν ὁ Φαρισαῖος, οἱ ταῖς ἑαυτῶν ῥάβδοις τὰ τῶν ὄφεων ἐπιθέντες σχήματα, καὶ πῶς καὶ χεῖρα λεπρῶσαν οὐκ ἔδειξαν καθαρὰν, ἀτονήσαντες δὲ διαῤῥήδην ἔφασκον "Δάκτυλος Θεοῦ ἐστι τοῦτο." πῶς δὲ, εἰπέ μοι, πῦρ ἐξ οὐρανῶν οὐ κατῆγον οἱ τοῦ Βαὰλ ἱερεῖς, καίτοι κατενεγκόντος Ἡλίου; ἐν προσωποληψίαις οὖν ἄρα τὰ παρὰ Θεοῦ; μὴ γένοιτο· δίκαιος γὰρ ὣν καὶ δικαίων ἐραστὴς, καὶ διὰ μὲν τῶν ἁγίων ἐνεργεῖ τὰ χαρίσματα τὰ παράδοξα, διὰ δὲ τῶν πλημμελούντων οὐδαμῶς. εὐλογώτατα τοίνυν ὁ ποτὲ τυφλὸς ταῖς τῶν Φαρισαίων ἀθυρογλωττίαις ἐπιτιμᾷ, καὶ πλημμελῶς ἐλέγχει πεφρονηκότας, ἐπείπερ οὐκ εἶναί φασι παρὰ Θεοῦ τὸν ἐκ τοῦ δύνασθαι δρᾶν τὰ παράδοξα θεόθεν ὄντα κατὰ φύσιν μαρτυρούμενον.