Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.196
Not analysed yet
Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. Δυσπαράδεκτα τοῖς πολλοῖς τὰ ἐξ ἐλέγχων τραύματα καὶ ἡ δι' αὐτῶν ἐπανόρθωσις. οἰστὰ μὲν γὰρ καὶ ἡδέα τοῖς σοφοῖς, ἐπείπερ ἔχει πολλὴν ἐν ἑαυτοῖς τὴν ὄνησιν καὶ τὴν εἰς τὸ ἄμεινον ἀνακομιδὴν, κἂν συνεισβαίνῃ τὸ δάκνον. πικρὰ δὲ τοῖς φιλαμαρτήμοσι, καὶ διὰ ποίαν αἰτίαν; ἐῤῥιζώσαντες γὰρ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς τὴν διάνοιαν, τὴν ἐντεῦθεν αὐτοὺς ἀποκείρουσαν νουθεσίαν ὡς τὸ λυποῦν ἐκτρέπονται, καὶ ζημίαν ἡγοῦνται τὴν ἐκ τῶν ἡδέων ἀποδρομὴν, οὐδένα τοῦ λυσιτελεῖν πεφυκότος ποιούμενοι λόγον. ὅνπερ γὰρ τρόπον οἱ νεὼς ἀποπίπτοντες, καὶ ποταμίῳ ῥεύματι γεγονότες ἁλώσιμοι ἀντιπράττειν μὲν οὐδαμῶς ἰσχύουσι, τὸ δὲ ἀντινήχεσθαι τοῖς ὕδασι σφαλερὸν ἡγούμενοι, μόνῃ φέρονται τῇ ῥύμῃ· τὸν αὐτὸν οἶμαι τρόπον καὶ οὗτοι, περὶ ὧν ἀρτίως ὁ λόγος, τῇ τῶν οἰκείων ἡδονῶν τυραννίδι νικώμενοι, πάσας ἔχειν αὐταῖς ἐπιτρέπουσι τὰς ἡνίας, τὸ ἀντιστατεῖν κατά τι γοῦν ἀπαυδήσαντες. δυσφοροῦσι τοιγαροῦν οἱ δείλαιοι Φαρισαῖοι, καὶ τῷ τῶν ἀρίστων εἰσηγητῇ θηριοπρεπῶς ἐπιτρίζοντες, ἐπὶ τὰ τῆς ὀργῆς χαίρουσι προοίμια, καὶ μανίας ἀπρόσιτον ἀπαρχὴν ἀναβλύζοντες λοιδοροῦσιν ἀθέσμως, ἀναπηδῶντες δὲ τρόπον τινὰ πρὸς τὴν σύντροφον αὐτοῖς ὑπεροψίαν, ἐν ἁμαρτίαις γεγεννῆσθαί φασι τὸν τυφλὸν, Ἰουδαϊκαῖς ὑπονοίαις πρὸς τοῦτο διαπαιζόμενοι, καὶ ἀσυστάτῳ δόγματι συναγορεύοντες ἀμαθῶς. ὅτι γὰρ τῶν ὄντων οὐδεὶς οὔτε δι' ἑαυτὸν κυρίως, οὔτε μὴν διὰ τοὺς τεκόντας αὐτὸν ἢ τυφλὸς ἀποτίκτεται,