Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.197
Not analysed yet
ἤγουν ἕτερόν τι πάθος ἔχων σωματικὸν, ἀλλ' οὐδὲ ὅτι τὰς πατέρων ἁμαρτίας ἐπὶ τέκνα καταφέρει Θεὸς, οὐκ ἀκόμψως, ὥς γε μοι φαίνεται, διὰ μακροῦ δεδείχαμεν λόγου, προτεθέντος ἡμῖν εἰς ἐξήγησιν "Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ "γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;" ἐπειδὴ τοίνυν διελέγχειν ἔγνω τοὺς Φαρισαίους ὁ ποτὲ τυφλὸς, οὐχ ὅπως ἐλοιδορήθη μόνον, ἀλλὰ καὶ ἐκβάλλεται παρ' αὐτῶν. καὶ δέχου πάλιν εἰς τύπον πράγματος ἀληθοῦς τὸ τετελεσμένον· ὅτι γὰρ ἔμελλον οἱ ἐξ Ἰσραὴλ καταβδελύσσεσθαι τοὺς ἐξ ἐθνῶν ὡς τεθραμμένους ἐν ἁμαρτίαις διὰ τὴν προλαβοῦσαν ἀπάτην, ἐπιγνώσεταί τις ἐξ ὧν οἱ Φαρισαῖοι πρὸς ἐκεῖνον εἰρήκασιν. ἐκπέμπουσι δὲ αὐτὸν, ἀπόπεμπτοι γὰρ καὶ ἀπόβλητοι παρὰ τοῖς Ἰουδαίοις οἱ τὸν ἐπὶ Χριστῷ πρεσβεύοντες λόγον. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω. Ἀκοῦσαί φησιν ὁ θεσπέσιος Εὐαγγελιστὴς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὐχὶ πάντως, οὐδὲ ἐξ ἀνάγκης ἀπαγγέλλοντός τινος αὐτῷ τὸ γεγενημένον, ἀλλ' ἐπείπερ ὥς που τις ἔφη τῶν σοφῶν "Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκου"μένην, καὶ οὖς ἀκροάσεως ἀκροᾶται τὰ πάντα." εἰσακούει γὰρ, ὡς ὁ ψάλλων φησίν "Ὁ φυτεύσας τὸ οὖς οὐχὶ "ἀκούει; καὶ ὁ πλάσας ὀφθαλμὸν οὐχὶ κατανοεῖ;" ὅταν τοίνυν ὑβριζώμεθα δι' αὐτὸν, ἢ καί τι τῶν πεφυκότων λυπεῖν ὑπομένωμεν παρὰ τῶν θεομαχεῖν εἰωθότων, πιστεύειν ἀκόλουθον, ὅτι δὴ πάντως ἐπόπτης ἔσται Θεὸς, ἀκούει δὲ ὥσπερ τὸν ἐπισυμβαίνοντα πειρασμόν· αὐτὴ γὰρ ἡ φύσις τοῦ πράγματος καὶ τῶν δι' αὐτὸν ἀτιμαζομένων τὸ γνήσιον ἐν ὠσὶ τοῖς θείοις μεγάλην ἔχει τὴν βοήν.