Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.198
Not analysed yet
Καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἐκβέβληται παρὰ τῶν Φαρισαίων ὁ ποτὲ τυφλὸς, ἀλλ' οὐ μακροῦ μεταξὺ διαγεγονότος χρόνου ζητεῖ μὲν αὐτὸν ὁ Χριστὸς, εὑρὼν δὲ μυσταγωγεῖ. σημεῖον οὖν ἔσται καὶ τοῦτο τοῦ ἐν φροντίδι κεῖσθαι τῇ παρὰ Θεῷ τοὺς συναγορεύειν ἐθέλοντας αὐτῷ, καὶ τῆς εἰς αὐτὸν πίστεως προκινδυνεύειν οὐ καταφρίττοντας. ἀκούεις γὰρ ὅπως ὡς ἐν τάξει καλῆς ἀντιμισθίας ἑαυτὸν ἐμφανῆ καθιστὰς, τελεώτατον αὐτῷ τὸν ἐπὶ τῇ πίστει λόγον ἐμφυτεύειν ἐπείγεται. προσάγει δὲ τὴν πεῦσιν ἵνα λάβῃ τὴν συναίνεσιν. οὗτος γὰρ τοῦ πιστεύειν ὁ τρόπος. διὰ γάρ τοι τοῦτο τοὺς ἐπὶ τὸ θεῖον ἰόντας βάπτισμα προδιερωτωμένους παρέργως εἰ πεπιστεύκασι, συναινοῦντάς τε ἤδη καὶ διωμολογηκότας, ὡς γνησίους ἤδη τῇ χάριτι παραπέμπομεν. ἄρχεται ὁ τοῦ πράγματος τοίνυν τύπος ἐντεῦθεν ἡμῖν, καὶ ἐξ αὐτοῦ μεμαθήκαμεν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ τίνα χρὴ τὸν τρόπον τὸν ἐπὶ τῇ πίστει ποιεῖσθαι λόγον. διὰ τοῦτο καὶ ὁ θεσπέσιος Παῦλος ὁμολογεῖσθαι τὴν ἐν τούτοις ὁμολογίαν ἐπὶ πολλῶν μαρτύρων διισχυρίσατο, τουτέστι, τῶν ἁγίων ἀγγέλων· καὶ εἰ φρικῶδές ἐστι τὸ ἐπ' ἀγγέλων εἰρηκότα διαψεύσασθαι, πόσῳ μᾶλλον ἐπ' αὐτοῦ τοῦ Χριστοῦ; ἐρωτᾷ τοιγαροῦν τόν ποτε τυφλὸν οὐχ ἁπλῶς εἰ βούλοιτο πιστεύειν, ἀλλὰ καὶ εἰς τίνα, προστίθησιν. ἡ γὰρ πίστις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν καθ' ἡμᾶς, ἀλλ' ὡς εἰς Θεὸν ἐνανθρωπήσαντα. πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ μυστήριον. λέγων δὲ τό Σὺ πιστεύεις, μονονουχί φησι Βούλει τῆς ἐκείνων ἀπονοίας ὁρᾶσθαι κρείττων; σὺ ταῖς ἐκείνων ἀπειθίαις ἐῤῥῶσθαι