Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.199
Not analysed yet
φράσας καταδέχῃ τὴν πίστιν. τὸ γάρ Σὺ τοιαύτην εἰσφέρει τινὰ τὴν ὡς πρὸς ἑτέρους ἀντιδιαστολήν. Καὶ τίς ἐστι Κύριε, φησὶν, ἵνα πιστεύσω εἰς αὐτόν; Ἡ σώφρονι λογισμῷ προκατηρτισμένη ψυχὴ, ἐλευθέροις τε τῆς διανοίας ὄμμασι τὸν τῆς ἀληθείας διερευνῶσα λόγον ἀπαραποδίστως ἐπ' αὐτῇ καθάπερ εἰς λιμένα καταίρει, καὶ ἀταλαίπωρον ἔχει τὴν τοῦ συμφέροντος θήραν. ἔσται δὲ πάλιν ἀπόδειξις τῶν εἰρημένων ὁ ποτὲ τυφλός. διὰ πολλῶν γὰρ ἤδη λογισμῶν τε καὶ ἐννοιῶν τὸ ἐπὶ Χριστῷ θαυμάσας μυστήριον, ἀλλὰ καὶ τὴν ἄῤῥητον αὐτοῦ καταπεπληγμένος ἰσχὺν, ἐξ ὧν, οὐχ ἕτερός τις, ἀλλ' αὐτὸς ἐφ' ἑαυτῷ πεπείραται, πρόχειρος οὕτως εἰς τὸ πιστεύειν εὑρίσκεται, καὶ ἀμελλητὶ πρὸς τοῦτο βαδίζων. ἰδοὺ γὰρ ἰδοὺ τίνι δεήσαι προσάγειν τὴν ἤδη προοικοδομηθεῖσαν ἐν αὐτῷ πίστιν διερωτᾷ. λείπει γὰρ αὐτῷ τοῦτο μόνον προηυτρεπισμένῳ πρὸς ἐκεῖνο καθάπερ εἰρήκαμεν. Καὶ εἶπεν ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Εἰς τίνα προσήκοι πιστεῦσαι διερωτώμενος, ἑαυτὸν ἐπιδεικνύει, καὶ οὐχ ἁπλῶς Ἐγώ εἰμι λέγων, ἀλλὰ τὸν ὁρώμενόν τε καὶ προσλαλοῦντά φησι τὸν Υἱὸν εἶναι τοῦ Θεοῦ, ὠφελείας τῆς ἡμετέρας πανταχῇ προνοῶν, καὶ τὰ εἰς πίστιν βοηθήματα τὴν ἀπλανῆ τε καὶ ἀδιάστροφον ἐξυφαίνων ποικίλως, ἵνα μὴ δοκοῦντες εὐσεβεῖν εἰς βρόχους καὶ πάγην