Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.200
Not analysed yet
ἐμπέσωμεν διαβολικὴν, τοῦ μυστηρίου τὴν ἀλήθειαν ἀσυνέτως ἀποτρεπόμενοι. ἤδη γάρ τινες καὶ τῶν δοκούντων εἶναι Χριστιανῶν, οὐ συνέντες ἀκριβῶς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν σκοπὸν, ἀποδιελεῖν τετολμήκασι τοῦ Θεοῦ Λόγου τὸν ἐκ γυναικὸς δι' ἡμᾶς ληφθέντα ναὸν, καὶ εἰς υἱῶν κατεμέρισαν δυάδα τὸν ἕνα καὶ ἀληθῶς Υἱὸν, καὶ ὅτι γέγονεν ἄνθρωπος· διὰ γὰρ πολλὴν ἀποπληξίαν ἀπαξιοῦσι κατὰ τὸ εἰκὸς ὁμολογεῖν, ὃ καὶ δράσαι δι' ἡμᾶς οὐκ ἀπηξίωσεν ὁ Μονογενής. αὐτὸς γὰρ "ἐν μορφῇ Θεοῦ ὑπάρχων" κατὰ τὸ γεγραμμένον, "οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, "ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν," ἵνα γένηται καθ' ἡμᾶς ἄνθρωπος δηλαδὴ χωρὶς ἁμαρτίας· οἱ δὲ φρονοῦσιν ἐκτόπως ἐπιτιμῶντες τρόπον τινὰ τῇ θείᾳ καὶ φιλανθρώπῳ βουλῇ, παρωσάμενοι δὲ ὅσον εἰς οἰκείας ἐννοίας τῆς ἀληθοῦς υἱότητος τὸν ἐκ γυναικὸς ληφθέντα ναὸν, οὐ παραδέχονται τὴν ταπείνωσιν, πολὺ δὲ τῆς ἀληθείας ἀπεσφαλμένην ἐπινοοῦντες δόξαν, ἕτερον μὲν εἶναί φασι τὸν ἐκ Θεοῦ Πατρὸς Υἱὸν Μονογενῆ, τουτέστι, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντα Λόγον, ἕτερον δὲ πάλιν τὸν ἐκ γυναικὸς υἱόν. εἶτα τῆς θεοπνεύστου γραφῆς Υἱὸν καὶ Χριστὸν ἀνακηρυττούσης ἕνα, πῶς οὐχὶ ἁπάσης εἰσὶ δυσσεβείας ἀνάπλεῳ διατέμνοντες εἰς δύο τὸν ἕνα καὶ ἀληθῶς Υἱόν; ᾗ μὲν γάρ ἐστι Θεὸς Λόγος, ἕτερος νοεῖται παρὰ τὴν σάρκα· ᾗ δὲ σάρξ ἐστιν, ἕτερόν τι νοεῖται παρὰ τὸν Λόγον· ᾗ δὲ γέγονεν ἄνθρωπος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἀργήσει παντελῶς τὸ ἕτερος καὶ ἕτερος διὰ τὴν ἄῤῥητον ἕνωσίν τε καὶ σύνοδον. εἷς γὰρ καὶ μόνος Υἱὸς, καὶ πρὸ τῆς πρὸς σάρκα συνόδου, καὶ ὅτε συνῆλθε σαρκί· διὰ δὲ τῆς σαρκὸς ὁλοκλήρως τὸν ἄνθρωπον ὀνομάζομεν, τὸν ἐκ ψυχῆς καὶ σώματος λέγω. διὰ ταύτην οὖν ἄρα τὴν πρόφασιν, προνοητικώτατα πάλιν ὁ