Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.21
Not analysed yet
"ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ "ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει "Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς "ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; ὅτι αὐτὸς εἰσπορεύ"σεται ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὡς ποία πλυνόντων." ἐγώ φησίν εἰμι ὁ ὑπὲρ τῆς ἁπάντων σωτηρίας προσάγειν ἐμαυτὸν εἰς θυσίαν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ διὰ φωνῆς τοῦ μελῳδοῦ καθυπισχνούμενος καὶ βοῶν "Θυσίαν καὶ προς"φορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώ"ματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας· τότε εἶπον Ἰδοὺ "ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι "τὸ θέλημά σου ὁ Θεός." ἐγώ φησίν εἰμι, καὶ αὐτὸς ὁ διὰ Μωυσέως ἐκήρυττε νόμος οὕτω λέγων "Προφήτην ἐκ τῶν "ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι Κύριος ὁ Θεός σου, "αὐτοῦ ἀκούσεσθε· κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου "τοῦ Θεοῦ σου ἐν ὄρει ἐν Χωρὴβ ἐν ἡμέρᾳ τῆς ἐκκλησίας." οὐκοῦν εὐλόγως ἀπολεῖσθε, φησὶ, καὶ δικαιοτάτην ἀποτίσετε τῷ κρίνοντι δίκην τὸν διὰ πολλῶν μὲν ὑμῖν προκεκηρυγμένον ἁγίων, μαρτυρηθέντα δὲ καὶ δι' ὧν ἐργάζομαι διὰ πολλὴν ἀνοσιότητα τρόπων οὐ προσηκάμενοι. καὶ γὰρ δὴ καὶ κατὰ ἀλήθειαν οὐδεὶς ἐξαλεῖται λόγος τοῦ κολάζεσθαι δεῖν τοὺς ἀπειθοῦντας αὐτῷ, πεπληρωμένης μὲν τῆς θεοπνεύστου γραφῆς τῶν περὶ αὐτοῦ μαρτυριῶν τε καὶ λόγων, καὶ αὐτοῦ δὲ συνῳδὸν τοῖς πάλαι χρησμῳδουμένοις τὴν ἀπὸ τῶν ἔργων παρεχομένου λαμπρότητα. Ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ; Πρόεισι πάλιν αὐτοῖς ἐξ ἀλαζονείας ὁ λόγος ἀγριωτάτῃ συγκεκραμένον ὀργῇ. φιλοπευστοῦσι γὰρ οὐχ ἵνα μαθόντες πιστεύσειαν, ἀλλ' ἐκ πολλῆς ἀπονοίας μονονουχὶ καὶ ἐπιπη-