Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.201
Not analysed yet
Κύριος Τίς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ διερωτώμενος, οὐκ εἶπεν Ἐγώ· ἦν γὰρ δή τινας, ὡς εἰκὸς, ἀσυνέτως ὑπολαμβάνειν ὅτι μόνος ὁ Λόγος ὁ ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνὼς διὰ τούτου κατεσημαίνετο, αὐτὸ δὲ τῶν δοκούντων ἀμφιβάλλεσθαι παρά τισιν ἑαυτὸν προαποδείξας διὰ τοῦ εἰπεῖν Καὶ ἑώρακας αὐτόν· καὶ τὸν ἐνοικοῦντα αὐτὸν τῇ σαρκὶ παραδεικνύει Λόγον, διὰ τοῦ πάλιν εἰπεῖν καὶ ἐνεγκεῖν Καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁρᾷς οὖν ὅσην ὁ Λόγος ἔχει τὴν ἕνωσιν· οὐ γὰρ τέθεικε διαφορὰν, ἀλλ' ἑαυτὸν εἶναί φησι, καὶ τὸν τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποπίπτοντα, καὶ τὸν ἐκ τῆς λαλιᾶς γινωσκόμενον. ἀπαίδευτον οὖν ἄρα καὶ δυσσεβὲς κομιδῇ τὸ λέγειν ἀπερισκέπτως τινάς Ὁ ἄνθρωπος τοῦ Χριστοῦ· Θεὸς γὰρ ὢν γέγονεν ἄνθρωπος ἀδιαίρετος ὅσον εἰς τὸ εἶναι Θεὸς καὶ Υἱὸς καὶ μετὰ σαρκὸς, τελεωτάτη γὰρ ἐν τούτοις ἡ τῆς εἰς αὐτὸν πίστεως ὁμολογία καὶ γνῶσις. Ὁ δὲ εἶπε Πιστεύω, Κύριε. καὶ προσεκύνησεν αὐτόν. Ὀξὺς εἰς ὁμολογίαν τὴν ἐπὶ τῇ πίστει φημὶ, καὶ θερμὸς εἰς εὐσέβειαν ὁ ποτὲ τυφλός. ἐπειδὴ γὰρ ἔγνω παρόντα τε καὶ ὁρώμενον τὸν ἀληθῶς Υἱὸν τὸν Μονογενῆ, προσεκύνησεν ὡς Θεῷ, καίτοι βλέπων αὐτὸν ἐν σαρκὶ, δόξαν οὐκ ἔχοντα τὴν ὄντως θεοπρεπῆ, πεφωτισμένος δὲ τὴν καρδίαν ἀπὸ τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ ἐξουσίας, ἀναλόγως εἰς ἐννοίας ἀναπηδᾷ σοφάς τε καὶ ἀγαθὰς, καὶ τῆς θείας αὐτοῦ καὶ ἀῤῥήτου φύσεως τὸ κάλλος καταφαντάζεται· οὐ γὰρ ἂν