Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.202
Not analysed yet
προσεκύνησεν ὡς Θεὸν, εἰ μὴ Θεὸν εἶναι πεπίστευκεν, ἀπὸ τοῦ γεγονότος εἰς αὐτὸν καὶ παραδόξως τετελεσμένου θαύματος ἐπὶ τὸ φρονεῖν οὕτω παιδαγωγούμενος. ἐπειδὴ δὲ ὅλην τὴν ἐπ' αὐτῷ πραγματείαν εἰς τὸ τῶν ἐθνῶν μετηγάγομεν πρόσωπον, φέρε δὴ περὶ τούτου λέγωμεν πάλιν. βλέπε γάρ μοι πληροῦντα διὰ τῆς προσκυνήσεως τῆς ἐν πνεύματι λατρείας τὸν τύπον, εἰς ὃν ἐχειραγωγήθη τὰ ἔθνη διὰ τῆς πίστεως. βουθυσίαις γὰρ καὶ λιβανωτοῖς καὶ ταῖς τῶν ἑτέρων ζῴων προσαγωγαῖς, θεραπεύειν ἦν ἔθος τῷ Ἰσραὴλ τὸν ἁπάντων Κύριον κατ' ἐπίταγμα νομικόν· οἱ δὲ ἐξ ἐθνῶν πεπιστευκότες, οὐ ταύτην ἴσασι τῆς λατρείας τὴν ὁδὸν, ἐτράποντο δὲ τὴν ἑτέραν, τουτέστι, τὴν πνευματικὴν, ἣν δὴ καὶ μάλιστα φίλην αὐτῷ καὶ ἡδίονά φησιν εἶναι Θεός. οὐ γὰρ "φάγομαι κρέα ταύρων, φησὶν, ἀλλ' οὐδὲ "αἷμα τράγων πίομαι." θύειν δὲ μᾶλλον ἡμῖν ἐπιτάττει "θυσίαν αἰνέσεως," τουτέστι, τὴν μετ' ᾠδῆς προσκύνησιν, εἰς ἣν ὅτι πάντως ἀναβήσεται τὰ ἔθνη διὰ τῆς πίστεως ἐν Ἁγίῳ Πνεύματι θεωρήσας ὁ μελῳδὸς ὡς πρὸς τὸν Κύριον ἡμῶν καὶ Σωτῆρά φησιν "Πᾶσα ἡ γῆ προσκυνησάτωσάν "σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματί σου." ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς νομικῆς λατρείας ἐν ἀμείνοσιν οὖσαν ἐπιδεικνὺς τὴν πνευματικὴν, πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκά φησι "Πίστευέ "μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ "οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. ἀλλ' "ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ "προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ "γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. "πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύ"ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν." διαλογιζόμεθα δὲ φρο-