Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.203
Not analysed yet
νοῦντες ὀρθῶς τούτῳ διαπρέπειν τῷ τρόπῳ καὶ τοὺς ἁγίους ἀγγέλους, καὶ ὥσπερ τινὰ δορυφορίαν πνευματικὴν προσκομίζειν Θεῷ τὴν προσκύνησιν. καὶ γοῦν ὅτε τὴν θεοπρεπῆ προάγειν τιμὴν τῷ Πρωτοτόκῳ καὶ Μονογενεῖ τὸ Πνεῦμα τοῖς ἄνω διεκελεύετο "Καὶ προσκυνησάτωσαν αὐτῷ, φησὶ, "πάντες ἄγγελοι Θεοῦ." ἀλλὰ καὶ ὁ θεῖος ἡμᾶς ψαλμῳδὸς πρὸς τοῦτο λέγων ἐκάλει "Δεῦτε προσκυνήσωμεν καὶ προς"πέσωμεν αὐτῷ." καὶ μακρηγορεῖν μὲν ἦν ἐπὶ τούτοις οὐ χαλεπόν· μέτρον δὲ τοῖς εἰρημένοις ἐπιθέντες τὸ πρέπον, τῆς τῶν ῥητῶν παραθέσεως πρὸς τὸ παρὸν ἀφεξόμεθα. πλὴν ἐκεῖνο πάλιν ἀναμνήσωμεν, ὅτι τῆς τῶν ἐθνῶν λατρείας τὸν τύπον ἀπεπλήρου καλῶς ὁ ποτὲ τυφλὸς, τῇ τῆς πίστεως ὁμολογίᾳ γείτονα τιθεὶς τὴν προσκύνησιν. Καὶ εἶπεν ὁ Ἰησοῦς Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Τῆς ἀναδείξεως, τῆς ἐν τῷδε τῷ κόσμῳ φημὶ, τὴν αἰτίαν ἡμῖν ἐξηγούμενος διὰ φωνῆς Ἡσαΐου φησὶν ὁ Χριστός "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελί"σασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις "ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν." ἀλλὰ καὶ ἑτέρωθί που φησίν "Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε "ἰδεῖν." ὅτε τοίνυν ταύτης ἕνεκα τῆς αἰτίας κεχειροτονῆσθαι λέγει παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα κηρύξῃ τυφλοῖς τὴν ἀνάβλεψιν, πῶς ἐνθάδε φησίν Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται; "Ἆρα οὖν, ἐρεῖ τις, Χριστὸς ἁμαρτίας "διάκονος, κατὰ τὴν τοῦ Παύλου φωνήν; μὴ γένοιτο·"