Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.204
Not analysed yet
ἀφίκετο μὲν γὰρ ἐξανύσων τὸν ἐξ ἡμερότητος τῆς εἰς ἡμᾶς προτεθέντα σκοπὸν, τουτέστι, καταφωτίσαι σύμπαντας τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ. δεινοὶ δὲ πρὸς ἀπείθειαν ὑπάρχοντες Ἰουδαῖοι τὴν καταλαμπρύνουσαν αὐτοὺς οὐ παρεδέξαντο χάριν, αὐτόκλητον ὥσπερ ἐφ' ἑαυτοὺς καλοῦντες τὸν σκοτισμόν. καὶ γοῦν γέγραπται περὶ αὐτῶν ἐν προφητικοῖς μηνύμασιν "Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς "σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν." ὅσον γὰρ ἧκεν εἰς τὸ τοῦ νόμου κήρυγμα, περιέμενον Ἰουδαῖοι τήν τε αὐγὴν καὶ τὸ φῶς, τουτέστι Χριστόν. ἥξειν γὰρ καὶ παρεδέχοντο, καὶ προσεδόκων αὐτὸν, ἀλλ' οἱ κατὰ τοῦτο δοκοῦντες εὐσεβεῖν, ἐν ἀωρίᾳ περιεπάτησαν, τουτέστιν, ἐν σκότῳ βαθεῖ, οὐχ ἑτέρου τινὸς αὐτοῖς γεγονότος αἰτίου τοῦ παθεῖν τὸν σκοτισμὸν, ἀλλὰ ταῖς σφῶν αὐτῶν ἀπειθείαις αὐτεπίσπαστον ἐφ' ἑαυτοῖς ἐχόντων τὴν νόσον. παραγέγονα τοίνυν, φησὶ, τυφλοῖς ἐπιδώσων τὸ βλέπειν διὰ τῆς πίστεως, ἡ δὲ τῶν ἀχειραγωγήτων καὶ ἀνυποτάκτων ἄτεγκτος γνώμη πολὺ βλέπουσα πρὸς ἀπείθειαν εἰς κατάκριμα γενέσθαι παρεσκεύασεν αὐτοῖς τὴν τοῦ φωτίζοντος ἄφιξιν. ἐπειδὴ γὰρ οὐ πιστεύουσι, κατακρίνονται. τοῦτο δέ σοι σαφέστερον καὶ δι' ἑτέρων εἴρηκεν ὁ Σωτήρ "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ "πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ "ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ "τοῦ Θεοῦ." χαριέντως τοιγαροῦν ἀπὸ τοῦ παρακειμένου καὶ ἐν χερσὶν ὄντος διαλέγεταί τε πράγματος, καὶ τὸ παραδόξως ἀποτελεσθὲν ἐπὶ τῷ ποτε τυφλῷ ῥίζαν ὥσπερ ποιεῖται τῷ λόγῳ· ἀναβλέψαι μὲν γὰρ αὐτὸν οὐ κατὰ σῶμα μόνον, ἀλλὰ καὶ ὅσον εἰς νοῦν διισχυρίζεται, διὰ τὸ παραδέξασθαι τὴν πίστιν, παθεῖν δὲ τὸ ἐναντίον τοὺς Φαρισαίους· οὐ γὰρ